Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. δαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων
  2. καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων,
  3. τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον
  4. ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν
  5. εὐκλέων ἔργων· ἐν ὕπνῳ γὰρ πέσεν· ἀλλʼ ἀνεγειρομένα χρῶτα λάμπει,
  6. Ἀωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις·
  7. ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν
  8. ἔν τʼ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν
  9. τοιάδε τῶν τότʼ ἐόντων φύλλʼ ἀοιδᾶν.
  10. οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον
  11. καμπύλον δίφρον, Πανελλάνεσσι δʼ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων.
  12. τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί,
  13. ἔστιν δʼ ἀφάνεια τύχας καὶ μαρναμένων,
  14. πρὶν τέλος ἄκρον ἱκέσθαι·
  15. τῶν τε γὰρ καὶ τῶν διδοῖ·
  16. καὶ κρέσσονʼ ἀνδρῶν χειρόνων
  17. ἔσφαλε τέχνα καταμάρψαισʼ. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ
  18. ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδʼ ἔβαν.
  19. ἀλλʼ Ὅμηρός τοι τετίμακεν διʼ ἀνθρώπων, ὃς αὐτοῦ
  20. πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν