Isthmean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- εἰ δʼ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν,
- ἀμφότερον δαπάναις τε καὶ πόνοις,
- χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον
- μὴ φθονεραῖσι φέρειν
- γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ
- ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντʼ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.
- μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφʼ ἔργμασιν ἀνθρώποις γλυκύς,
- μηλοβότᾳ τʼ ἀρότᾳ τʼ ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει·
- γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται·
- ὃς δʼ ἀμφʼ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν,
- εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον.
- ἄμμι δʼ ἔοικε Κρόνου σεισίχθονʼ υἱὸν
- γείτονʼ ἀμειβομένοις εὐεργέταν
- ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι,
- καὶ σέθεν, Ἀμφιτρύων,
- παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν
- καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις·
- Πρωτεσίλα, τὸ τεὸν δʼ ἀνδρῶν Ἀχαιῶν
- ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.
- πάντα δʼ ἐξειπεῖν, ὅσʼ ἀγώνιος Ἑρμᾶς