Nemean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- χρυσέων δʼ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν.
- ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒ
- ἕλκεα ῥῆξαν πελεμιζόμενοι
- ὑπʼ ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφʼ Ἀχιλεῖ νεοκτόνῳ,
- ἄλλων τε μόχθων ἐν πολυφθόροις
- ἁμέραις. ἐχθρὰ δʼ ἄρα πάρφασις ἦν καὶ πάλαι,
- αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος·
- ἃ τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δʼ ἀφάντων κῦδος ἀντείνει σαθρόν.
- εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις
- ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος
- μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δʼ ἕτεροι
- ἀπέραντον· ἐγὼ δʼ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμʼ,
- αἰνέων αἰνητά, μομφὰν δʼ ἐπισπείρων ἀλιτροῖς.
- αὔξεται δʼ ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾁσσει,
- ἐν σοφοῖς ἀνδρῶν ἀερθεῖσʼ ἐν δικαίοις τε πρὸς ὑγρὸν
- αἰθέρα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν· τὰ μὲν ἀμφὶ πόνοις
- ὑπερώτατα· μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι
- πιστόν. ὦ Μέγα, τὸ δʼ αὖτις τεὰν ψυχὰν κομίξαι
- οὔ μοι δυνατόν· κενεᾶν δʼ ἐλπίδων χαῦνον τέλος·
- σεῦ δὲ πάτρᾳ Χαριάδαις τʼ Ἐλαφρὸν