Nemean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,
- βίαια πάντʼ ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων
- ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,
- εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.
- Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω
- μὴ τέρμα προβὰς ἄκονθʼ ὥτε χαλκοπάρᾳον ὄρσαι
- θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων
- αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.
- εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.
- ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς
- ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.
- εἴρειν στεφάνους ἐλαφρόν· ἀναβάλεο· Μοῖσά τοι
- κολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθʼ ἁμᾷ
- καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσʼ ἐέρσας.
- Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ
- πολύφατον θρόον ὕμνων δόνει
- ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει
- δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ
- ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,
- ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,