Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον,
  2. Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν
  3. ξένιον ἄστυ κατέδρακεν
  4. Ἡρακλέος ὀλβίαν πρὸς αὐλάν.
  5. σὺν ᾧ ποτε Τρωΐαν κραταιὸς Τελαμὼν
  6. πόρθησε καὶ Μέροπας
  7. καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ,
  8. οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ
  9. ἥρωάς τʼ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν
  10. δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη
  11. λόγον ὁ μὴ συνιείς· ἐπεὶ
  12. ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.
  13. τὰ μακρὰ δʼ ἐξενέπειν ἐρύκει με τεθμὸς
  14. ὧραί τʼ ἐπειγόμεναι·
  15. ἴϋγγι δʼ ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν.
  16. ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα
  17. μέσσον, ἀντίτεινʼ ἐπιβουλίᾳ· σφόδρα δόξομεν
  18. δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν·
  19. φθονερὰ δʼ ἄλλος ἀνὴρ βλέπων
  20. γνώμαν κενεὰν σκότῳ κυλίνδει