Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. παῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας,Ἑστία,
  2. Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου Ἥρας,
  3. εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον,
  4. .εὖ δʼ ἑταίρους ἀγλαῷ σκάπτῳ πέλας,
  5. οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον,
  6. πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν,
  7. πολλὰ δὲ κνίσσᾳ· λύρα δέ σφι βρέμεται καὶ ἀοιδά·
  8. καὶ ξενίου Διὸς ἀσκεῖται Θέμις ἀενάοις
  9. ἐν τραπέζαις. ἀλλὰ σὺν δόξᾳ τέλος
  10. δωδεκάμηνον περᾶσαι σὺν ἀτρώτῳ κραδίᾳ,
  11. ἄνδρα δʼ ἐγὼ μακαρίζω μὲν πατέρʼ Ἁγησίλαν,
  12. καὶ τὸ θαητὸν δέμας ἀτρεμίαν τε ξύγγονον.
  13. εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους,
  14. ἔν τʼ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν,
  15. θνατὰ μεμνάσθω περιστέλλων μέλη,
  16. καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος·
  17. ἐν λόγοις δʼ ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών,
  18. καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς.
  19. ἐκ δὲ περικτιόνων ἑκκαίδεκʼ Ἀρισταγόραν
  20. ἀγλααὶ νῖκαι πάτραν τʼ εὐώνυμον