Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις
  2. στάξεν ἥρως. ἀλλʼ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν
  3. παρδίδωμʼ· εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενον
  4. αὐτὸς Οὔλυμπον θέλεις ναίειν ἐμοὶ σύν τʼ Ἀθαναίᾳ κελαινεγχεῖ τʼ Ἄρει,
  5. ἔστι τοι τούτων λάχος· εἰ δὲ κασιγνήτου πέρι
  6. μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον,
  7. ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών,
  8. ἥμισυ δʼ οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.
  9. ὣς ἄρʼ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν.
  10. ἀνὰ δʼ ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.