Nemean
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ὄρθιον φώνασε· πάτερ Κρονίων, τίς δὴ λύσις
- ἔσσεται πενθέων; καὶ ἐμοὶ θάνατον σὺν τῷδʼ ἐπίτειλον, ἄναξ.
- οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί· παῦροι δʼ ἐν πόνῳ πιστοὶ βροτῶν
- καμάτου μεταλαμβάνειν. ὣς ἔννεπε· Ζεὺς δʼ ἀντίος ἤλυθέ οἱ
- καὶ τόδʼ ἐξαύδασʼ ἔπος· ἐσσί μοι υἱός· τόνδε δʼ ἔπειτα πόσις
- σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις
- στάξεν ἥρως. ἀλλʼ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν
- παρδίδωμʼ· εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενον
- αὐτὸς Οὔλυμπον θέλεις ναίειν ἐμοὶ σύν τʼ Ἀθαναίᾳ κελαινεγχεῖ τʼ Ἄρει,
- ἔστι τοι τούτων λάχος· εἰ δὲ κασιγνήτου πέρι
- μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον,
- ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών,
- ἥμισυ δʼ οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.
- ὣς ἄρʼ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν.
- ἀνὰ δʼ ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.