Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔπεσε δʼ οὐ Χαρίτων ἑκὰς
  2. ἁ δικαιόπολις ἀρεταῖς
  3. κλειναῖσιν Αἰακιδᾶν
  4. θιγοῖσα νᾶσος· τελέαν δʼ ἔχει
  5. δόξαν ἀπʼ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται
  6. νικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖς
  7. ὑπερτάτους ἥρωας ἐν μάχαις·
  8. τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει.
  9. εἰμὶ δʼ ἄσχολος ἀναθέμεν
  10. πᾶσαν μακραγορίαν
  11. λύρᾳ τε καὶ φθέγματι μαλθακῷ,
  12. μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δʼ ἐν ποσί μοι τράχον
  13. ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν,
  14. ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ.
  15. παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς
  16. Ὀλυμπίᾳ τε Θεόγνητον οὐ κατελέγχεις,
  17. οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον·
  18. αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις,
  19. τὸν ὅνπερ ποτʼ Ὀϊκλέος παῖς ἐν ἑπταπύλοις ἰδὼν
  20. υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ,