Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες
  2. οἷα παρθένοι φιλέοισιν ἑταίρᾳ
  3. ἑσπερίαις ὑποκουρίζεσθʼ ἀοιδαῖς· ἀλλά τοι
  4. ἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον.
  5. ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον,
  6. ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω,
  7. μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν.
  8. ἔσχε τοιαύταν μεγάλαν ἀυάταν
  9. καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου
  10. λέκτροισιν ἀπʼ Ἀρκαδίας.
  11. οὐδʼ ἔλαθε σκοπόν· ἐν δʼ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺς
  12. Λοξίας, κοινᾶνι παρʼ εὐθυτάτῳ γνώμαν πιθών,
  13. πάντα ἰσάντι νόῳ· ψευδέων δʼ οὐχ ἅπτεται· κλέπτει τέ νιν
  14. οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς.
  15. καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδα
  16. ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένει