Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ψυχᾷ πόρευσʼ Ἀχέροντος ἀκτὰν παρʼ εὔσκιον
  2. νηλὴς γυνά. πότερόν νιν ἄρʼ Ἰφιγένειʼ ἐπʼ Εὐρίπῳ
  3. σφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον;
  4. ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν
  5. ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις
  6. ἔχθιστον ἀμπλάκιον καλύψαι τʼ ἀμάχανον
  7. ἀλλοτρίαισι γλώσσαις·
  8. κακολόγοι δὲ πολῖται.
  9. ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον·
  10. ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει.
  11. θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας
  12. ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις,
  13. μάντιν τʼ ὄλεσσε κόραν, ἐπεὶ ἀμφʼ Ἑλένᾳ πυρωθέντων
  14. Τρώων ἔλυσε δόμους ἁβρότατος. ὁ δʼ ἄρα γέροντα ξένον
  15. Στρόφιον ἐξίκετο, νέα κεφαλά,
  16. Παρνασοῦ πόδα ναίοντʼ· ἀλλὰ χρονίῳ σὺν Ἄρει
  17. πέφνεν τε ματέρα θῆκέ τʼ Αἴγισθον ἐν φοναῖς.
  18. ἦ ῥʼ, ὦ φίλοι, κατʼ ἀμευσιπόρους τριόδους ἐδινήθην,
  19. ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν· ἤ μέ τις ἄνεμος ἔξω πλόου
  20. ἔβαλεν, ὡς ὅτʼ ἄκατον εἰναλίαν;