Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ἔνθα σώτειρα Διὸς ξενίου
- πάρεδρος ἀσκεῖται Θέμις
- ἔξοχʼ ἀνθρώπων. ὅ τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ,
- ὀρθᾷ διακρίνειν φρενὶ μὴ παρὰ καιρόν,
- δυσπαλές· τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδʼ ἁλιερκέα χώραν
- παντοδαποῖσιν ὑπέστασε ξένοις
- κίονα δαιμονίαν
- ὁ δʼ ἐπαντέλλων χρόνος
- τοῦτο πράσσων μὴ κάμοι
- Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ·
- τὸν παῖς ὁ Λατοῦς εὐρυμέδων τε Ποσειδᾶν,
- Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι, καλέσαντο συνεργὸν
- τείχεος, ἦν ὅτι νιν πεπρωμένον
- ὀρνυμένων πολέμων
- πτολιπόρθοις ἐν μάχαις
- λάβρον ἀμπνεῦσαι καπνόν.
- γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον,
- πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον,
- αὖθι δʼ ἀτυζομένω ψυχὰς βάλον·
- εἷς δʼ ἀνόρουσε βοάσαις.