Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- μὴ παρφάμεν,
- ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα νιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ
- ἐξοπίσω γέρας ἔσσεσθαι. τελεύταθεν δὲ λόγων κορυφαὶ
- ἐν ἀλαθείᾳ πετοῖσαι. βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς
- νᾶσος, ἔχει τέ νιν ὀξειᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ,
- πῦρ πνεόντων ἀρχὸς ἵππων· ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν
- ἑπτὰ σοφώτατα νοήματʼ ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένους
- παῖδας, ὧν εἷς μὲν Κάμειρον
- πρεσβύτατόν τε Ἰάλυσον ἔτεκεν Λίνδον τʼ· ἀπάτερθε δʼ ἔχον,
- διὰ γαῖαν τρίχα δασσάμενοι πατρωίαν,
- ἀστέων μοῖραν, κέκληνται δέ σφιν ἕδραι.
- τόθι λύτρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳ
- ἵσταται Τιρυνθίων ἀρχαγέτᾳ,
- ὥσπερ θεῷ,
- μήλων τε κνισσάεσσα πομπὰ καὶ κρίσις ἀμφʼ ἀέθλοις. τῶν ἄνθεσι Διαγόρας