Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον,
- Ἡρακλέος
- εὐρυσθενεῖ γέννᾳ. τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται· τὸ δʼ Ἀμυντορίδαι
- ματρόθεν Ἀστυδαμείας. ἀμφὶ δʼ ἀνθρώπων φρασὶν ἀμπλακίαι
- ἀναρίθμητοι κρέμανται· τοῦτο δʼ ἀμάχανον εὑρεῖν,
- ὅ τι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν.
- καὶ γὰρ Ἀλκμήνας κασίγνητον νόθον
- σκάπτῳ θένων
- σκληρᾶς ἐλαίας ἔκτανʼ ἐν Τίρυνθι Λικύμνιον ἐλθόντʼ ἐκ θαλάμων Μιδέας
- τᾶσδέ ποτε χθονὸς οἰκιστὴρ χολωθείς. αἱ δὲ φρενῶν ταραχαὶ
- παρέπλαγξαν καὶ σοφόν. μαντεύσατο δʼ ἐς θεὸν ἐλθών.
- τῷ μὲν ὁ Χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόον
- εἶπε Λερναίας ἀπʼ ἀκτᾶς εὐθὺν ἐς ἀμφιθάλασσον νομόν,
- ἔνθα ποτὲ βρέχε θεῶν βασιλεὺς ὁ μέγας χρυσέαις νιφάδεσσι πόλιν,
- ἁνίχʼ Ἁφαίστου τέχναισιν
- χαλκελάτῳ πελέκει πατέρος Αθαναία κορυφὰν κατʼ ἄκραν
- ἀνορούσαισʼ ἀλάλαξεν ὑπερμάκει βοᾷ·
- Οὐρανὸς δʼ ἔφριξέ νιν καὶ Γαῖα μάτηρ.
- τότε καὶ φαυσίμβροτος δαίμων Ὑπεριονίδας
- μέλλον ἔντειλεν φυλάξασθαι χρέος