Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- ἐξεύχετʼ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰν
- καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον·
- ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος ἦ πόλλʼ ἀμφὶ κρουνοῖς
- Πάγασον ζεῦξαι ποθέων ἔπαθεν,
- πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸν
- Παλλὰς ἤνεγκʼ· ἐξ ὀνείρου δʼ αὐτίκα
- ἦν ὕπαρ· φώνασε δʼ· εὕδεις, Αἰολίδα βασιλεῦ;
- ἄγε φίλτρον τόδʼ ἵππειον δέκευ,
- καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργᾶντα πατρὶ δεῖξον.
- κυαναιγὶς ἐν ὄρφνᾳ
- κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν
- ἔδοξεν· ἀνὰ δʼ ἐπᾶλτʼ ὀρθῷ ποδί.
- παρκείμενον δὲ συλλαβὼν τέρας,
- ἐπιχώριον μάντιν ἄσμενος εὗρεν,
- δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τʼ ἀνὰ βωμῷ θεᾶς
- κοιτάξατο νύκτʼ ἀπὸ κείνου χρήσιος. ὥς τέ οἱ αὐτὰ
- Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν
- δαμασίφρονα χρυσόν.
- ἐνυπνίῳ δʼ ᾇ τάχιστα πιθέσθαι
- κελήσατό μιν, ὅταν δʼ εὐρυσθενεῖ