Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- θυγατρός. ὁ μέγας δὲ κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει.
- θανεῖν δʼ οἷσιν ἀνάγκα, τί κέ τις ἀνώνυμον
- γῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν,
- ἁπάντων καλῶν ἄμμορος; ἀλλʼ ἐμοὶ μὲν οὗτος ἄεθλος
- ὑποκείσεται· τὺ δὲ πρᾶξιν φίλαν δίδοι.
- ὣς ἔννεπεν· οὐδʼ ἀκράντοις ἐφάψατʼ ὦν ἔπεσι. τὸν μὲν ἀγάλλων θεὸς
- ἔδωκεν δίφρον τε χρύσεον πτεροῖσίν τʼ ἀκάμαντας ἵππους.
- ἕλεν δʼ Οἰνομάου βίαν παρθένον τε σύνευνον·
- τέκε τε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς.
- νῦν δʼ ἐν αἱμακουρίαις
- ἀγλααῖσι μέμικται,
- Ἀλφεοῦ πόρῳ κλιθείς,
- τύμβον ἀμφίπολον ἔχων πολυξενωτάτῳ παρὰ βωμῷ. τὸ δὲ κλέος
- τηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοις
- Πέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται
- ἀκμαί τʼ ἰσχύος θρασύπονοι·
- ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον
- ἔχει μελιτόεσσαν εὐδίαν
- ἀέθλων γʼ ἕνεκεν. τὸ δʼ αἰεὶ παράμερον ἐσλὸν
- ὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαι