Economics
Xenophon
Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
ὁρῶ γάρ σε, ἔφη, ὦ Σώκρατες, ἕν τι πλουτηρὸν ἔργον ἐπιστάμενον περιουσίαν ποιεῖν. τὸν οὖν ἀπʼ ὀλίγων περιποιοῦντα ἐλπίζω ἀπὸ πολλῶν γʼ ἂν πάνυ ῥᾳδίως πολλὴν περιουσίαν ποιῆσαι.
οὔκουν μέμνησαι ἀρτίως ἐν τῷ λόγῳ ὅτε οὐδʼ ἀναγρύζειν μοι ἐξουσίαν ἐποίησας, λέγων ὅτι τῷ μὴ ἐπισταμένῳ ἵπποις χρῆσθαι οὐκ εἴη χρήματα οἱ ἵπποι οὐδὲ ἡ γῆ οὐδὲ τὰ πρόβατα οὐδὲ ἀργύριον οὐδὲ ἄλλο οὐδὲ ἓν ὅτῳ τις μὴ ἐπίσταιτο χρῆσθαι; εἰσὶ μὲν οὖν αἱ πρόσοδοι ἀπὸ τῶν τοιούτων· ἐμὲ δὲ πῶς τινὶ τούτων οἴει ἂν ἐπιστηθῆναι χρῆσθαι, ᾧ τὴν ἀρχὴν οὐδὲν πώποτʼ ἐγένετο τούτων;
ἀλλʼ ἐδόκει ἡμῖν, καὶ εἰ μὴ χρήματά τις τύχοι ἔχων, ὅμως εἶναί τις ἐπιστήμη οἰκονομίας. τί οὖν κωλύει καὶ σὲ ἐπίστασθαι; ὅπερ νὴ Δία καὶ αὐλεῖν ἂν κωλύσειεν ἄνθρωπον ἐπίστασθαι, εἰ μήτε αὐτὸς πώποτε κτήσαιτο αὐλοὺς μήτε ἄλλος αὐτῷ παράσχοι ἐν τοῖς αὑτοῦ μανθάνειν· οὕτω δὴ καὶ ἐμοὶ ἔχει περὶ τῆς οἰκονομίας.
οὔτε γὰρ αὐτὸς ὄργανα χρήματα ἐκεκτήμην, ὥστε μανθάνειν, οὔτε ἄλλος πώποτέ μοι παρέσχε τὰ ἑαυτοῦ διοικεῖν ἀλλʼ ἢ σὺ νυνὶ ἐθέλεις παρέχειν. οἱ δὲ δήπου τὸ πρῶτον μανθάνοντες κιθαρίζειν καὶ τὰς λύρας λυμαίνονται· καὶ ἐγὼ δὴ εἰ ἐπιχειρήσαιμι ἐν τῷ σῷ οἴκῳ μανθάνειν οἰκονομεῖν, ἴσως ἂν καταλυμηναίμην ἄν σου τὸν οἶκον.
πρὸς ταῦτα ὁ Κριτόβουλος εἶπε· προθύμως γε, ὦ Σώκρατες, ἀποφεύγειν μοι πειρᾷ μηδέν με συνωφελῆσαι εἰς τὸ ῥᾷον ὑποφέρειν τὰ ἐμοὶ ἀναγκαῖα πράγματα. οὐ μὰ Δίʼ, ἔφη ὁ Σωκράτης, οὐκ ἔγωγε, ἀλλʼ ὅσα ἔχω καὶ πάνυ προθύμως ἐξηγήσομαί σοι.