Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

λέγοντες Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων [· ἀμήν].

Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον;

καὶ εἴρηκα αὐτῷ Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς

θλίψεως
τῆς μεγάλης, καὶ
ἔπλυναν τὰς στολὰς αὐτῶν
καὶ ἐλεύκαναν
515
αὐτὰς
ἐν τῷ αἵματι
τοῦ ἀρνίου.

διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ

καθήμενος ἐπὶ τοῦ θρόνου
σκηνώσει ἐπʼ αὐτούς.

οὐ πεινάσουσιν
ἔτι
οὐδὲ διψήσουσιν
ἔτι,
οὐδὲ μὴ πέσῃ ἐπʼ αὐτοὺς ὁ

ἥλιος οὐδὲ
πᾶν
καῦμα,
ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου
ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς
ἐπὶ
ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν
αὐτῶν.

Καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμίωρον.

καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ

ἐδόθησαν
αὐτοῖς ἑπτὰ σάλπιγγες.

Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ

ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου
ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ
θυμιάματα
πολλὰ ἵνα δώσει
ταῖς προσευχαῖς
τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.

καὶ ἀνέβη ὁ καπνὸς

τῶν θυμιαμάτων ταῖς προσευχαῖς
τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.

καὶ εἴληφεν ὁ ἄγγελος

τὸν λιβανωτόν,
καὶ
ἐγέμισεν
αὐτὸν ἐκ
τοῦ πυρὸς τοῦ θυσιαστηρίου,
καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο
βρονταὶ
καὶ
φωναὶ
καὶ
ἀστραπαὶ
καὶ σεισμός.

Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὑτοὺς ἵνα σαλπίσωσιν.

Καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ

ἐγένετο χάλαζα καὶ πῦρ
μεμιγμένα ἐν
αἵματι,
καὶ ἐβλήθη
εἰς τὴν γῆν·
καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.

Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ

ὡς ὄρος
μέγα
πυρὶ καιόμενον
ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,