Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.

καὶ λέγει μοι Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.

Καὶ λέγει μοι Μὴ

σφραγίσῃς
τοὺς λόγους τῆς προφητείας
τοῦ βιβλίου
τούτου,
ὁ καιρὸς
γὰρ ἐγγύς ἐστιν.

ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπανθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.

Ἰδοὺ ἔρχομαι
ταχύ,
καὶ ὁ μισθός
μου
μετ’
ἐμοῦ,
ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον
ἐστὶν
αὐτοῦ.

ἐγὼ
τὸ Ἄλφα καὶ τὸ Ὦ,
ὁ πρῶτος καὶ ὁ ἔσχατος,
ἡ ἀρχὴ καὶ τὸ τέλος.

— Μακάριοι οἱ

πλύνοντες τὰς στολὰς
αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ
τὸ ξύλον τῆς ζωῆς
καὶ τοῖς πυλῶσιν
539
εἰσέλθωσιν εἰς τὴν πόλιν.