Book of Revelation
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῆ
καιομένῃ πυρὶ καὶ θείῳ,ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων Δεῦρο, δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου.
καὶ ἀπήνεγκέν μεἐν πνεύματι
ἐπὶ ὄροςμέγα καὶ
ὑψηλόν, καὶἔδειξέν μοι
τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμκαταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ,
ἔχουσαν
τὴν δόξαν τοῦ θεοῦ·ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι·
ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα
πυλῶναςδώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ
ὀνόματαἐπιγεγραμμένα ἅ ἐστιν
τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ·
ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς·
καὶ τὸ τεῖχος τῆς πόλεως ἔχων θεμελίους δώδεκα, καὶ
Καὶ ὁ λαλῶν μετʼ ἐμοῦ εἶχεν
μέτρον κάλαμονχρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς.
καὶ ἡ πόλις
τετράγωνοςκεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσον τὸ πλάτος. καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν.
καὶ ἐμέτρησεν τὸ τεῖχοςαὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου.
καὶἡ ἐνδώμησις
τοῦ τείχουςαὐτῆς
ἴασπις,καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ·
οἱ θεμέλιοιτοῦ τείχους τῆς πόλεως παντὶ
λίθῳ τιμίῳκεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφειρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος,
ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος·
καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.
Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ,
ὁγὰρ
κύριος, ὁ θεός, ὁ παντοκράτωρ,ναὸς αὐτῆς ἐστίν, καὶ τὸ ἀρνίον.
καὶ ἡ πόλις οὐ χρείαν ἔχει
τοῦ ἡλίου οὐδὲ τῆς σελήνης,ἵνα
φαίνωσιναὐτῇ,
ἡγὰρ
δόξα τοῦ θεοῦ ἐφώτισεναὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.
καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸςαὐτῆς·
καὶ οἱ βασιλεῖςτῆς γῆς
φέρουσιν τὴν δόξαναὐτῶν εἰς αὐτήν·
καὶ οἱ πυλῶνεςαὐτῆς
οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξγὰρ οὐκ ἔσται ἐκεῖ·
καὶ
οἴσουσιν τὴν δόξανκαὶ τὴν τιμὴν
τῶν ἐθνῶνεἰς αὐτήν.
καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ [ὁ] ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ
οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆςτοῦ ἀρνίου.