Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

οἱ θεμέλιοι
τοῦ τείχους τῆς πόλεως παντὶ
λίθῳ τιμίῳ
κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφειρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος,

ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος·

καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.

Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ,

γὰρ
κύριος, ὁ θεός, ὁ παντοκράτωρ,
ναὸς αὐτῆς ἐστίν, καὶ τὸ ἀρνίον.

καὶ ἡ πόλις οὐ χρείαν ἔχει

τοῦ ἡλίου οὐδὲ τῆς σελήνης,
ἵνα
φαίνωσιν
αὐτῇ,
γὰρ
δόξα τοῦ θεοῦ ἐφώτισεν
αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.

καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς
αὐτῆς·
καὶ οἱ βασιλεῖς
τῆς γῆς
φέρουσιν τὴν δόξαν
αὐτῶν εἰς αὐτήν·

καὶ οἱ πυλῶνες
αὐτῆς
οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξ
γὰρ οὐκ ἔσται ἐκεῖ·

καὶ

οἴσουσιν τὴν δόξαν
καὶ τὴν τιμὴν
τῶν ἐθνῶν
εἰς αὐτήν.

καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ [ὁ] ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ

οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς
τοῦ ἀρνίου.

καὶ ἔδειξέν μοι

ποταμὸν ὕδατος ζωῆς
λαμπρὸν ὡς κρύσταλλον,
ἐκπορευό-
538
μενον
ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου

ἐν μέσῳ
τῆς πλατείας αὐτῆς· καὶ
τοῦ ποταμοῦ ἐντεῦθεν καὶ
ἐκεῖθεν ξύλον ζωῆς
ποιοῦν καρποὺς δώδεκα,
κατὰ
μῆνα
ἕκαστον ἀποδιδοῦν
τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα
τοῦ ξύλου
εἰς θεραπείαν
τῶν ἐθνῶν.

καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι.
καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,

καὶ

ὄψονται τὸ πρόσωπον αὐτοῦ,
καὶ τὸ ὄνομα ὰὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.

καὶ νὺξ οὐκ ἔσται ἔτι,

καὶ οὐκ
ἔχουσιν χρείαν φωτὸς λύχνου καὶ
φῶς ἡλίου,
ὅτι
Κύριος ὁ θεὸς φωτίσει
[ἐπ’] αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ εἶπεν μοι Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ὁ κύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ

ἃ δεῖ γενέσθαι
ἐν τάχει·