Book of Revelation
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.
καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων
Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη,καὶ ἐγένετο
κατοικητήριον δαιμονίωνκαὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισὴμένου,
ὅτι
ἐκ [τοῦ
οἴνου] τοῦ θυμοῦ τῆς πορνείας
αὐτῆς πέπτωκανπάντα
τὰ ἔθνη,καὶ οἱ βασιλεῖς τῆς γῆς μετʼ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν
Ἐξέλθατε, ὁ λαός μου, ἐξ αὐτῆς,ἵνα μὴ συνκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·
ὅτι ἐκολλήθησαν αὐτῆςαἱ ἁμαρτίαι
ἄχρι τοῦ οὐρανοῦ,καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς.
ἀπόδοτε αὐτῆ ὡς καὶ αὐτη ἀπέδωκεν,καὶ διπλώσατε [τὰ] διπλᾶ
κατὰ τὰ ἔργα αὐτῆς·ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν·
ὅσα ἐδόξασεν αὑτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι
ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι Κάθημαι βασίλισσα,καὶ
χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω·
διὰ τοῦτο
ἐν μιᾷ ἡμέρᾳ ἥξουσιναἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι
ἰσχυρὸς [Κύριος]ὁ θεὸς
κρίναςαὐτήν.
καὶ κλαύσουσιν καὶ κόψονται ἐπ’αὐτὴν
οἱ βασιλεῖς τῆς γῆς οἱ μετʼ αὐτῆς πορνεύσαντεςκαὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες Οὐαί οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλὼν
ἡ πόλις ἡ ἰσχυρά,ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
καὶ
οἱ ἔμποροιτῆς γῆς
κλαίουσιν καὶ πενθοῦσινἐπʼ αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,
γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτῶν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύινον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,
καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ
ψυχας ἀνθρώπων.
καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν.
οἱ ἔμποροιτούτων, οἱ πλουτήσαντες ἀπʼ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς
κλαίοντες καὶ πενθοῦντες,
λέγοντες Οὐαί οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη [ἐν] χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.
καὶ πᾶς
κυβερνήτηςκαὶ πᾶς ὁ ἐπὶ τόπον πλέων,
καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσανἐργάζονται, ἀπὸ μακρόθεν
ἔστησαν
καὶ ἔκραξαν βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες
Τίς ὁμοίατῇ πόλει τῇ μεγάλῃ;
καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραξαν κλαίοντες καὶ πενθοῦντες,λέγοντες Οὐαί οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ
ἐπλούτησαν πάντεςοἱ ἔχοντες
τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητοςαὐτῆς, ὅτι μιᾷ ὥρᾳ
ἠρημώθη.
Εὐφραίνουἐπʼ αὐτῇ,
οὐρανέ,καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,
ὅτι ἔκρινενὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.