Book of Revelation
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
Καὶ ἐδόθη μοι
κάλαμοςὅμοιος ῥάβδῳ, λέγων Ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.
καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη
τοῖς ἔθνεσιν,καὶ τὴν πόλιν τὴν ἁγίαν
πατήσουσινμῆνας τεσσεράκοντα [καὶ] δύο.
καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένους σάκκους.
Οὗτοί· εἰσιν
αἱ δύο ἐλαῖαικαὶ αἱ δύο
λυχνίαι[αἱ]
ἐνώπιον τοῦ κυρίου τῆς γῆς ἑστῶτες.
καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι,
πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματοςαὐτῶν καὶ
κατεσθίει τοὺς ἐχθροὺςαὐτῶν· καὶ εἴ τις θελήσῃ αὐτοὺς ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι.
οὗτοι ἔχουσιν τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα
μὴ ὑετὸς βρέχῃτὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ
τῶν ὑδάτων στρέφειναὐτὰ
εἰς αἷμακαὶ
πατάξαιτὴν γῆν
ἐν πάσῃ πληγῇὁσάκις ἐὰν θελήσωσιν.
καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ
θηρίοντὸ
ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ’αὐτῶν
πόλεμον καὶ νικήσει αὐτοὺςκαὶ ἀποκτενεῖ αὐτούς.
καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς
Σόδομακαὶ Αἴγυπτος, ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη.
καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφίουσιν τεθῆναι εἰς μνῆμα.
καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπʼ αὐτοῖς καὶ εὐφραίνονται, καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
καὶ μετὰ [τὰς] τρεῖς ἡμέρας καὶ ἥμισυ
πνεῦμα ζωῆςἐκ τοῦ θεοῦ
εἰσῆλθεν [ἐν] αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν,καὶ
φόβοςμέγας
ἐπέπεσεν ἐπὶτοὺς θεωροῦντας αὐτούς·