Book of Revelation

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ, ἥν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ,

ἃ δεῖ γενέσθαι
ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάνει,

ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα εἶδεν.

μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, ὁ γὰρ καιρὸς ἐγγύς.

ΙΩΑΝΗΣ ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ

ὁ ὢν
καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ,

καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ,

ὁ μάρτυς ὁ πιστός,
πρωτότοκος
τῶν νεκρῶν καὶ ὁ
ἄρχων τῶν βασιλέων τῆς γῆς.
Τῷ ἀγαπῶντι ἡμᾶς καὶ
λύσαντι
ἡμᾶς
ἐκ τῶν αμαρτιῶν
[ἡμῶν] ἐν τῷ αἵματι αὐτοῦ,

— καὶ ἐποίησεν ἡμᾶς

βασιλείαν, ἱερεῖς τῷ θεῷ
καὶ πατρὶ αὐτοῦ, — αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.

Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν,
καὶ
ὄψεται
αὐτὸν πᾶς
504
ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν
ἐξεκέντησαν, καὶ κόψονται ἐπʼ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς.
ναί, ἀμήν.

Ἐγώ εἰμι
τὸ Ἄλφα καὶ τὸ Ὦ, λέγει
Κύριος, ὁ θεός, ὁ ὢν
καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος,
ὁ παντοκράτωρ.

Ἐγὼ Ἰωάνης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ.