Book of James

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν· ὡς

πῦρ ἐθησαυρίσατε
ἐν ἐσχάταις ἡμέραις.

ἰδοὺ

ὁ μισθὸς
τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀφυστερημένος
ἀφʼ ὑμῶν κράζει,
καὶ αἱ βοαὶ τῶν θερισάντων
εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ
εἰσελήλυθαν·

ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν

ἐν ἡμέρᾳ σφαγῆς.

κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον. οὐκ

ἀντιτάσσεται
ὑμῖν;

Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπʼ αὐτῷ ἕως λάβῃ

πρόϊμον καὶ ὄψιμον.
323

μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν.

μὴ στενάζετε, ἀδελφοί, κατʼ ἀλλήλων, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.