Epistle to the Hebrews
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας
εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦδοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι·
καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἀλλʼ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συνκεκερασμένους τῇ πίστει τοῖς ἀκούσασιν.
Εἰσερχόμεθαγὰρ
εἰς [τὴν] κατάπαυσινοἱ πιστεύσαντες, καθὼς εἴρηκεν
καίτοι
- Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου
- Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου,
τῶν ἔργωνἀπὸ καταβολῆς κόσμου γενηθέντων,
εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως
Καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ,
καὶ ἐν τούτῳ πάλιν
Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
ἐπεὶ οὖν ἀπολείπεται τινὰς
εἰσελθεῖν εἰςαὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ
εἰσῆλθονδιʼ ἀπείθειαν,
πάλιν τινὰ ὁρίζει ἡμέραν,
Σήμερον,ἐν Δαυεὶδ λέγων μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται,
- Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
- μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν·
εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.
ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ θεοῦ·
ὁ γὰρ
εἰσελθὼν εἰς τὴν
κατάπαυσιν αὐτοῦκαὶ αὐτὸς
κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦὥσπερ
ἀπὸ τῶνἰδίων
ὁ θεός.
Σπουδάσωμεν οὖν
εἰσελθεῖν εἰςἐκείνην
τὴν κατάπαυσιν,ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.
Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας·
καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.
Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ κρατῶμεν τῆς ὁμολογίας· θεοῦ,
οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συνπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθʼ ὁμοιότητα χωρὶς ἁμαρτίας.
προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.