Acts of the Apostles
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε,
καὶ
οὐκ ἔδωκεναὐτῷ κληρονομίαν ἐν αὐτῇ
οὐδὲ βῆμα ποδός,καὶ ἐπηγγείλατο
δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν,οὐκ ὄντος αὐτῷ τέκνου.
ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι
ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
καὶ τὸ ἔθνος ᾧ ἂν δουλεύσουσιν κρινῶ ἐγώ,ὁ θεὸς εἶπεν,
καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷτόπῳ
τούτῳ.
καὶ ἔδωκεν αὐτῷ
διαθήκην περιτομῆς·καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ
περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ,καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
Καὶ οἱ πατριάρχαι
ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον·καὶ
ἦν ὁ θεὸς μετʼ αὐτοῦ,
καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ
ἔδωκεν αὐτῷ χάρινκαὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου,
καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ
ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν Αἴγυπτονκαὶ
Χαναὰνκαὶ θλίψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν·
ἀκούσας δὲ Ἰακὼβ ὄντα σιτία εἰς Αἴγυπτονἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον·
καὶ ἐν τῷ δευτέρῳ
ἐγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ,καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ.
ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν
ἐν ψυχαῖς ἑβδομήκοντα πέντε,
κατέβη
[εἰς Αἴγυπτον]. καὶ ἐτελεύτησεν αὐτὸς καὶοἱ πατέρες ἡμῶν,
καὶ μετετέθησαν εἰς Συχὲμκαὶ ἐτέθησαν
ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμτιμῆς ἀργυρίου
παρὰ τῶν υἱῶν Ἑμμὼρ ἐν Συχέμ.
Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ θεὸς τῷ Ἀβραάμ,
ηὔξησενὁ λαὸς
καὶ ἐπληθύνθηἐν Ἀἰγύπτῳ,
ἄχρι οὗ
ἀνέστη βασιλεὺς ἕτερος ἐπʼ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
οὗτος
κατασοφισάμενος τὸ γένοςἡμῶν
ἐκάκωσεντοὺς πατέρας τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ
ζωογονεῖσθαι.
ἐν ᾧ καιρῷ ἐγεννήθη Μωυσῆς, καὶ ἦν
ἀστεῖοςτῷ θεῷ· ὃς ἀνετράφη
μῆνας τρεῖςἐν τῷ οἴκῳ τοῦ πατρός·
ἐκτεθέντος δὲ αὐτοῦ
ἀνείλατοαὐτὸν
ἡ θυγάτηρ Φαραὼκαὶ ἀνεθρέψατο αὐτὸν
ἑαυτῇ εἰς υἱόν.
καὶ ἐπαιδεύθη Μωυσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.
Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι
τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.