Acts of the Apostles

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

  1. ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς ᾄδην,
  2. οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.

  1. ἐγνώρισάς μοι ὁδοὺς ζωῆς,
  2. πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου
  3. σου.

Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυείδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·

προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι

ὅρκῳ ὤμοσεν αὐτῷ
ὁ θεὸς
ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι
ἐπὶ τὸν θρόνον αὐτοῦ,

προιδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτι

οὔτε ἐνκατελείφθη εἰς ᾄδην οὔτε
ἡ σὰρξ αὐτοῦ
εἶδεν διαφθοράν.

τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμὲν μάρτυρες.

τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς [καὶ] βλέπετε καὶ ἀκούετε.