Gospel according to Luke

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδεὶς ἔστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.

ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό.

καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων Ἰωάνης ἐστὶν ὄνομα αὐτοῦ.

καὶ ἐθαύμασαν πάντες. ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα

118
καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ· ἐλάλει εὐλογῶν τὸν θεόν.

Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,

καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;

καὶ γὰρ χεὶρ Κυρίου ἦν μετʼ αὐτοῦ. Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων

  • Εὐλογητὸς Κύριος ὁ θεὸς τοῦ Ἰσραήλ,
  • ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν
    λύτρωσιν τῷ λαῷ αὐτοῦ,
  • καὶ
    ἤγειρεν κέρας
    σωτηρίας ἡμῖν
  • ἐν οἴκῳ
    Δαυεὶδ
    παιδὸς αὐτοῦ,
  • καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπʼ αἰῶνος
  • προφητῶν αὐτοῦ,
  • σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς
    πάντων
  • τῶν μισούντων ἡμᾶς,
  • ποιῆσαι
    ἔλεος
    μετὰ τῶν πατέρων ἡμῶν
  • καὶ
    μνησθῆναι διαθήκης
    ἁγίας
    αὐτοῦ,