Gospel of Mark

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

ΑΡΧΗ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ .

Καθὼς γέγραπται ἐν τῷ Ἠσαίᾳ τῷ προφήτῃ

  1. Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου
  2. σου,
  3. ὃς κατασκευάσει τὴν ὁδόν σου·

  1. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ
  2. Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου,
  3. εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,

ἐγένετο Ἰωάνης ὁ βαπτίζων ἐν τῇ ἐρήμῳ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.

καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἰεροσολυμεῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπʼ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.