Gospel according to Matthew

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

ὁ γὰρ θεὸς εἶπεν

Τίμα τὸν πατέρα καὶ τὴν μητέρα,
καί
Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·

ὑμεῖς δὲ λέγετε Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,

οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ· καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.

ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαίας λέγων

  1. Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ,
  2. ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ·

  1. μάτην δὲ σέβονταί με,
  2. διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.

Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς Ἀκούετε καὶ συνίετε·

οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον.