Against Athenogenes
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
ὡς δʼ ᾐσθόμην οὗ ἦν κακοῦ, τότʼ ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκῶν ἀνεγιγνώσκομεν· ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τῷ ἐργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπʼ [*](Column 5) ὀνομάτων, ἀλλʼ ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα, καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδας.
καὶ τῶν ἐράνων εἷς μὲν οὖν, [Δικαιοκράτης];,[*](Δικαιοκράτης del. Weil.) ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί· οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δʼ ἄλλοι, ἐφʼ οἷς εἰλήφει[*](εἰλήφειὤφειλε Weil.) πάντα ὁ Μίδας, νεοσύλλογοι δʼ ἦσαν, τούτους δʼ οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλʼ ἀπεκρύψατο.
βουλευομένοις δʼ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι. καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος καὶ ἐνεδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. ὁ δʼ ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσέχοι ἡμῖν τὸν νοῦν, γραμματεῖόν τʼ εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. πολλῶν δʼ ἀνθρώπων ςυλλεγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων τε ἀπάγειν[*](ἀπάγειν et sq. ad col. 6 finem plerumque restituit Blass.) ὡς ἀνδραποδιστήν, τοῦτο μὲν οὐκ ᾠόμεθα[*](ᾠόμεθα Weil: οἰόμεθα P.) δεῖν ποιεῖν, προσεκαλεσάμεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ τὸν νόμον. πρῶτον μὲν οὖν ὑμῖν τὰς ςυνθήκας ἀναγνώσεται· ἐξ αὐτῶν[*](ἐξ αὐτῶν Revillout.) γὰρ τῶν[*](Column 6) γεγραμμένων μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς συνθήκας.