Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

ὅτε Πελοπίδας, ὥς φασιν, ἡγεῖτο τοῦ ἱεροῦ λόχου[*](λόχου A corr. (2): λόγου A pr. N.) καὶ Ἐπαμινώνδας ἐστρατήγει καὶ οἱ μετὰ τούτων, τότε τὴν ἐν Λεύκτροις μάχην ἐνίκησεν ἡ τῶν Θηβαίων πόλις, τότʼ εἰς τὴν ἀπόρθητον νομιζομένην εἶναι Λακεδαιμονίων χώραν εἰσέβαλον, κατʼ ἐκείνους τοὺς χρόνους πολλὰ καὶ καλὰ διεπράξαντʼ ἔργα, Μεσσήνην τετρακοσιοστῷ ἔτει κατῴκισαν, Ἀρκάδας αὐτονόμους ἐποίησαν, ἔνδοξοι παρὰ πᾶσιν ἦσαν.

πότε δʼ αὖ τοὐναντίον ταπεινὰ καὶ τοῦ φρονήματος ἀνάξια διεπράξαντο; ὅτʼ ἐδωροδόκει μὲν λαμβάνων χρήματα παρὰ Φιλίππου Τιμόλαος ὁ τούτου φίλος, ἐπὶ δὲ τοῖς ξένοις τοῖς εἰς Ἄμφισσαν συλλεγεῖσι Πρόξενος ὁ προδότης ἐγένετο, ἡγεμὼν δὲ τῆς φάλαγγος κατέστη Θεαγένης, ἄνθρωπος ἀτυχὴς καὶ δωροδόκος ὥσπερ οὗτος. τότε διὰ τρεῖς γʼ ἀνθρώπους οὓς εἶπον ἅπασʼ ἡ πόλις ἐκ τῶν Ἑλλήνων[*]((ἐκ?) τῶν Ἑλλήνων A pr.: μετὰ τῶν Ἑλλήνων ἁπάντων A corr.: μετὰ τῶν ἄλλων Ἑλλήνων Ν.) ἀπώλετο καὶ διεφθάρη. οὐ γὰρ ψεῦδός ἐστιν ἀλλὰ καὶ λίαν ἀληθὲς τὸ τοὺς ἡγεμόνας αἰτίους ἁπάντων γίγνεσθαι καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τοῖς πολίταις.

θεωρήσατε δὴ πάλιν καὶ ἐπὶ τῆς ἡμετέρας πόλεως, τὸν αὐτὸν τρόπον ἐξετάσαντες. ἡ πόλις ἡμῶν ἦν μεγάλη καὶ ἔνδοξος παρὰ τοῖς Ἕλλησι καὶ τῶν προγόνων ἀξία, μετά γε τὰς ἀρχαίας ἐκείνας πράξεις, ὅτε Κόνων, ὡς οἱ πρεσβύτεροι λέγουσιν, ἐνίκησε τὴν ἐν Κνίδῳ ναυμαχίαν, ὅτʼ Ἰφικράτης ἀνεῖλε τὴν Λακεδαιμονίων μόραν,[*](μόραν Scaliger: μοῖραν codd.) ὅτε Χαβρίας ἐν Νάξῳ κατεναυμάχησε τὰς Λακεδαιμονίων τριήρεις, ὅτε Τιμόθεος τὴν ἐν Κερκύρᾳ ναυμαχίαν ἐνίκησε.

τότε, ὦ Ἀθηναῖοι, τότε οἱ μὲν πρότερον ὄντες λαμπροὶ διὰ τοὺς ἡγεμόνας Λακεδαιμόνιοι καὶ ὑπὸ τοῖς ἐκείνων ἤθεσι τραφέντες ταπεινοὶ πρὸς τὴν πόλιν ἡμῶν ἧκον, δεόμενοι τῆς παρὰ τῶν προγόνων ἡμῶν σωτηρίας, ὁ δὲ καταλυθεὶς ὑπʼ ἐκείνων δῆμος διὰ τοὺς τότε γενομένους παρʼ ἡμῖν[*](ἡμῖν Sauppe: ὑμῖν codd.) συμβούλους πάλιν ἡγεμὼν ἦν τῶν Ἑλλήνων, δικαίως οἶμαι, στρατηγῶν μὲν τοιούτων τετυχηκὼς οἵων εἶπον ἀρτίως, συμβούλους δʼ ἔχων Ἀρχῖνον καὶ Κέφαλον τὸν Κολλυτέα. μία γὰρ αὕτη σωτηρία καὶ πόλεως καὶ ἔθνους ἐστί, τὸ προστατῶν ἀνδρῶν ἀγαθῶν καὶ συμβούλων σπουδαίων τυχεῖν.

διόπερ, ὦ Ἀθηναῖοι, δεῖ ταῦθʼ ὑμᾶς ὁρῶντας καὶ λογιζομένους μὴ μὰ Δία τὸν πλείω χρόνον τῆς Δημοσθένους δωροδοκίας καὶ ἀτυχίας κοινωνεῖν, μηδʼ ἐν τούτῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδʼ οἴεσθαι ἀπορήσειν ἀνδρῶν ἀγαθῶν καὶ συμβούλων σπουδαίων, ἀλλὰ τὴν τῶν προγόνων λαβόντας ὀργὴν τὸν ἐπʼ αὐτοφώρῳ κλέπτην εἰλημμένον καὶ προδότην, τὸν οὐκ ἀπεχόμενον τῶν εἰς τὴν πόλιν ἀφικνουμένων χρημάτων, τὸν εἰς τὰς δεινοτάτας ἀτυχίας ἐμβεβληκότα τὴν πόλιν, τὸν τῆς Ἑλλάδος ἀλιτήριον ἀποκτείναντας[*](Post ἀποκτείναντας add. δεῖ N A pr., del. A corr. ras.) ἐξόριστον ἐκ τῆς πόλεως ποιῆσαι, καὶ μεταβαλέσθαι[*](μεταβαλέσθαι A corr. (2): μεταβάλλεσθαι A pr. N.) τὴν τῆς πόλεως τύχην ἐᾶσαι, καὶ προσδοκῆσαι τούτων γενομένων βέλτιον πράξειν.

ἀκούσατε, ὦ Ἀθηναῖοι, κἀκείνου τοῦ ψηφίσματος τοῦ γραφέντος ὑπὸ Δημοσθένους, ὃ[*](ὃ A corr. ras.: ὅτ. N pr.: ὅτε A pr. N. corr.) τεταραγμένης τῆς πόλεως μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην ἔγραψεν ὁ δημοτικὸς οὗτος, καὶ τῆς μαντείας τῆς ἐλθούσης ἐκ Δωδώνης παρὰ τοῦ Διὸς τοῦ Δωδωναίου· σαφῶς γὰρ ὑμῖν πάλαι προείρηκε φυλάττεσθαι τοὺς ἡγεμόνας καὶ τοὺς συμβούλους. λέγε τὴν μαντείαν πρῶτον.

Μαντεία

λέγε δὴ τὸ καλὸν ψήφισμα τούτου.

Ψηφίσματος Μέρος

δημοτικός γʼ ὁ διατάττων ἑαυτὸν μέν, ἐπειδὴ ἀνδρεῖος καὶ εὔψυχός ἐστιν, ἐν τοῖς ὅπλοις μένειν, οὓς δʼ ἂν οὗτος[*](οὗτος Ν: αὐτὸς Α.) ἀποδοκιμάσῃ τῶν πολιτῶν, ἐπὶ τὰ ἔργα ἀπιέναι, καὶ ἐάν τι ἄλλο τούτῳ δόξῃ ἐπιτήδειον εἶναι, τοῦτο ποιεῖν. λέγε τὰ λοιπά.

Τὸ Λοιπὸν τοῦ Ψηφίσματος

ἀκούετε, ἄνδρες δικασταί. ἀπιέναι φησὶ τὸ ψήφισμα[*](τὸ ψήφισμα] del. Bekker.) τὰς ᾑρημένας[*](ᾑρημένας Wolf: εἰρημένας codd.) πρεσβείας. ἐπειδὴ γὰρ[*](γὰρ add. Reiske.) ἤκουσε μετὰ τὴν μάχην τὴν ἐν Χαιρωνεία Φίλιππον εἰς τὴν χώραν ἡμῶν μέλλειν εἰσβάλλειν, αὐτὸς ἑαυτὸν πρεσβευτὴν κατασκευάσας, ἵνʼ ἐκ τῆς πόλεως ἀποδραίη, ᾤχετο[*](ᾤχετο hic add. Blass (iam infra post τάλαντα suppleverat Maetzner'.) συσκευασάμενος ἐκ[*](ἐκ add. Wurm.) τῆς διοικήσεως ὀκτὼ τάλαντα, οὐδὲν φροντίσας τῆς τότε παρούσης ἀπορίας, ἡνίχʼ οἱ ἄλλοι πάντες ἐκ τῶν ἰδίων ἐπεδίδοσαν εἰς τὴν ὑμετέραν σωτηρίαν.

τοιοῦτος ὑμῖν ὁ σύμβουλος, καὶ δύο ταύτας μόνας ἐν τῷ βίῳ[*](ἐν τῷ βίῳ] delendum ci. Maetzner, qui post μάχην interpunxit.) Δημοσθένης πεποίηται ἀποδημίας, μετὰ τὴν μάχην ὅτʼ ἀπεδίδρασκεν ἐκ τῆς πόλεως, καὶ νῦν εἰς Ὀλυμπίαν, ἐπεὶ Νικάνορι διὰ τῆς ἀρχεθεωρίας ἐντυχεῖν ἐβούλετο. ἄξιόν γε τούτῳ παρακαταθέσθαι τὴν πόλιν καὶ ἐπιτρέψαι[*](ἐπιτρέψαι Α: ἐπιτρέψειν Ν.) κινδυνεύειν μέλλοντας, ὃς ὅτε μὲν ἔδει μάχεσθαι μετὰ τῶν ἄλλων τοῖς πολεμίοις, λιπὼν τὴν τάξιν ᾤχετο ἀπιὼν οἴκαδε, ἐπειδὴ δὲ προσῆκεν οἴκοι κινδυνεύειν μετὰ τῶν ἄλλων, πρεσβευτὴν αὐτὸς αὑτὸν προβαλόμενος[*](προβαλόμενος A corr. ras.: προβαλλόμενος A pr. N.) ᾤχετο ἐκ τῆς πόλεως ἀποδρὰς,

ἐπειδὴ δὲ πρεσβεύειν ἔδει περὶ τῆς εἰρήνης, οὐκ ἂν ἔφασκεν ἐκ τῆς πόλεως ἐξελθεῖν οὐδὲ τὸν ἕτερον πόδα, ἐπειδὴ δὲ τοὺς φυγάδας Ἀλέξανδρον ἔφασαν κατάγειν καὶ Νικάνωρ εἰς Ὀλυμπίαν ἧκεν, ἀρχεθεωρὸν αὑτὸν ἐπέδωκε[*](ἐπέδωκε Scaliger: ἀπέδωκε codd.) τῇ βουλῇ. τοιοῦτος οὗτος, ἐν μὲν ταῖς παρατάξεσιν οἰκουρός, ἐν δὲ τοῖς οἴκοι μένουσι πρεσβευτής, ἐν δὲ τοῖς πρεσβευταῖς δραπέτης ἐστίν.

λέγε δὴ[*](Post δὴ lacunam susp. Maetzner, infra post ὑμῶν Weil.)---καὶ τὸ περὶ ζητήσεως τῶν χρημάτων ψήφισμα, ἃ[*](ἃ Maetzner: ὃ codd.) ἔγραψε Δημοσθένης τῇ ἐξ Ἀρείου πάγου βουλῇ περὶ αὑτοῦ τε καὶ ὑμῶν, ἵνα παρʼ ἄλληλα θεωρήσαντες εἰδῆτε τὴν Δημοσθένους ἀπόνοιαν.

Ψήφισμα

ἔγραψας σὺ τοῦτο, Δημόσθενες; ἔγραψας· οὐκ ἔστιν ἀντειπεῖν. ἐγένετο ἡ βουλὴ κυρία σοῦ προστάξαντος; ἐγένετο. τεθνᾶσι τῶν πολιτῶν ἄνδρες; τεθνᾶσι. κύριον ἦν τὸ σὸν ψήφισμα κατʼ ἐκείνων; ἀδύνατον ἀντειπεῖν.λέγε δὴ πάλιν ὃ Δημοσθένης κατὰ Δημοσθένους ἔγραψε. προσέχετε, ὦ ἄνδρες.

Ψήφισμα

ἡ βουλὴ εὕρηκε Δημοσθένην. τί δεῖ πολλῶν λόγων; ἀποπέφαγκεν, ὦ Ἀθηναῖοι. τὸ μὲν τοίνυν δίκαιον ἦν ὑφʼ ἑαυτοῦ κεκριμένον εὐθὺς ἀποθνῄσκειν· ἐπειδὴ δʼ εἰς τὰς ὑμετέρας ἥκει χεῖρας τῶν[*](τῶν . . . συνειλεγμένων . . . τῶν ὀμωμοκότων Stephanus (συνειλεγμένων iam Ald.): τοὺς . . . συνειλεγμένους . . . τοὺς ὀμωμοκότας codd.) ὑπὲρ τοῦ δήμου συνειλεγμένων καὶ τῶν ὀμωμοκότων[*](See the preceding note) πείσεσθαι[*](πείσεσθαι Baiter: πείθεσθαι codd.) τοῖς νόμοις καὶ τοῖς τοῦ δήμου ψηφίσμασι, τί ποιήσετε; προήσεσθε τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ τὰ παρὰ πᾶσιν ἀνθρώποις δίκαια νομιζόμενα;

μή, ὦ Ἀθηναῖοι, μή· αἰσχρὸν γὰρ καὶ δεινόν, ἑτέρους μὲν ὑπὸ τῶν Δημοσθένους ψηφισμάτων, οὐδὲν ὄντας τούτου χείρους οὐδὲ τοσαῦτʼ ἠδικηκότας ὅσαπερ οὗτος, ἀπολωλέναι, τουτονὶ δὲ καταφρονοῦντα ὑμῶν καὶ τῶν νόμων ἀτιμώρητον ἐν τῇ πόλει περιιέναι, αὐτὸν ὑφʼ ἑαυτοῦ καὶ τῶν ψηφισμάτων ὧν ἔγραψεν ἑαλωκότα. ταὐτὸ[*](ταὐτὸ ταὐτὰ Dobree: τουτὶ τὸ . . . ταὐτὰ τὰ codd.) συνέδριον, ὦ Ἀθηναῖοι, καὶ ὁ αὐτὸς τόπος, καὶ ταὐτὰ[*](See preceding note) δίκαια.

ὁ αὐτὸς ῥήτωρ ἐκείνοις τʼ αἴτιος ἐγένετο τῶν συμβάντων κακῶν καὶ αὑτῷ τῶν νῦν συμβησομένων. ἐπέτρεψεν [ὁ][*](ὁ del. Kleyn.) αὐτὸς οὗτος ἐν τῷ δήμῳ τῷ συνεδρίῳ τούτῳ κρῖναι περὶ αὑτοῦ, μάρτυρας ὑμᾶς πεποιημένος. ἔθετο συνθήκας μετὰ τοῦ δήμου, γράψας τὸ ψήφισμα καθʼ ἑαυτοῦ παρὰ τὴν μητέρα[*](τὴν μητέρα] τῇ μητρὶ Reiske.) τῶν θεῶν, ἣ πάντων τῶν ἐν τοῖς γράμμασι δικαίων φύλαξ τῇ πόλει καθέστηκε. διὸ καὶ οὐχ ὅσιον ὑμῖν ἐστὶ ταύτας ἀκύρους ποιεῖν, οὐδὲ τοὺς θεοὺς ὀμωμοκόσι περὶ ταύτης τῆς κρίσεως ταῖς αὐτῶν τῶν θεῶν πράξεσιν ἐναντίαν τὴν ψῆφον ἐνεγκεῖν.