Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

ἤ, εἰ ταῦθʼ ὑμεῖς ἐβούλεσθε Δημοσθένει συγχωρεῖν καὶ πολλοὺς ἐν τῇ πόλει τοὺς καθʼ ὑμῶν δωροδοκήσοντας εἶναι, τὴν περὶ τῶν νῦν ἀποπεφασμένων ζήτησιν χρημάτων μὴ προσδέχεσθαι, πεῖραν ὑμῶν ἐν τοῖς πρότερον εἰληφότας· ὅπου γʼ[*](γε Ald.: γὰρ codd.) οὕτω καλῶς καὶ δικαίως τῆς ἀποφάσεως τῆς κατὰ τούτου καὶ τῶν ἄλλων νυνὶ γεγενημένης, καὶ τῆς ἐξ Ἀρείου πάγου βουλῆς οὔτε τὴν Δημοσθένους οὔτε τὴν Δημάδου δύναμιν ὑποστειλαμένης, ἀλλὰ τὸ δίκαιον αὐτὸ καὶ τἀληθὲς προὐργιαίτερον πεποιημένης,

οὐδὲν ἧττον περιέρχεται Δημοσθένης περί τε τῆς βουλῆς βλασφημῶν καὶ περὶ ἑαυτοῦ λέγων οἷσπερ ἴσως[*](οἷσπερ ἴσως N corr. (2): οἷς περισσῶς N pr. A.) καὶ πρὸς ὑμᾶς αὐτίκα χρήσεται λόγοις ἐξαπατῶν ὑμᾶς, ὡς

ἐγὼ Θηβαίους ὑμῖν ἐποίησα συμμάχους.
οὔκ· ἀλλὰ τὸ κοινῇ συμφέρον ἀμφοτέραις ἐλυμήνω ταῖς πόλεσιν, ὦ Δημόσθενες.
ἐγὼ παρέταξα πάντας εἰς Χαιρώνειαν.
οὔκ· ἀλλʼ ἔλιπες μόνος αὐτὸς τὴν ἐκεῖ τάξιν.
ἐγὼ πολλὰς ὑπὲρ ὑμῶν ἐπρέσβευσα πρεσβείας.