Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

γέγραψαι ψήφισμα, Δημόσθενες, πολλῶν ὄντων καὶ δεινῶν παρανόμων ὧν Δημάδης γέγραφε; κεκώλυκας τινὰ πρᾶξιν ὧν ἐκεῖνος προελόμενος κατὰ τοῦ δήμου πεπολίτευται; οὐδʼ ἡντινοῦν. εἰσήγγελκας τὸν παρὰ τὰ[*](τὰ . . . ψηφίσματα Reiske: τὸ . . . ψήφισμα codd.) τοῦ δήμου ψηφίσματα[*](See preceding note) καὶ τοὺς νόμους πολλὰ διαπεπραγμένον; οὐδεπώποτε,[*](οὐδεπώποτε Α: οὐδέποτε Ν.) ἀλλὰ περιεῖδες αὐτὸν ἐν τῇ ἀγορᾷ χαλκοῦν σταθέντα καὶ τῆς ἐν[*](ἐν πρυτανείῳ Α (cf. 43): ἐν τῷ πρυτανείῳ Ν.) πρυτανείῳ σιτήσεως κεκοινωνηκότα τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτονος ἀπογόνοις.

ἔπειτα ποῦ τῆς εὐνοίας τῆς σῆς ὁ δῆμος ἔλαβε πεῖραν, ἢ ποῦ τὴν τοῦ ῥήτορος βοήθειαν καὶ δύναμιν ἐξεταζομένην εἴδομεν; ἢ ἐνταῦθα φήσετʼ εἶναι δεινοί, εἰ παρακρούεσθε[*](παρακρούεσθε Blass: παρακρούσησθε Ν: παρακρούσετε Α: παρακρούετεDobree.) τούτους ἀεὶ λέγοντες ὡς οὐκ ἔστιν ἔξω τῆς πατρίδος ὑμῖν ἐξελθεῖν, οὐκ ἔστιν ἄλλη καταφυγὴ χωρὶς τῆς ἡμετέρας εὐνοίας; φανεροὺς ἐχρῆν γεγενημένους ἀντιπράττοντας καὶ λόγῳ καὶ ἔργῳ τοῖς κατὰ τοῦ δήμου γραφομένοις ψηφίσμασιν, οὕτω πείθειν τούτους λέγοντας ὡς οὐκ ἔστιν ὑμῖν οὐδεμία σωτηρία χωρὶς τῆς παρὰ τοῦ δήμου βοηθείας.

ὑμεῖς δʼ ἐν τοῖς ἔξω τὰς ἐλπίδας ἔχετε, ἁμιλλώμενοι ταῖς κολακείαις πρὸς τοὺς ὁμολογοῦντας ὑπὲρ Ἀλεξάνδρου πράττειν καὶ δῶρʼ εἰληφέναι παρὰ τῶν αὐτῶν ὧνπερ νῦν ἀποπέφαγκεν ὑμᾶς ἡ βουλή, καὶ σύ, πάντων ἐναντίον τῶν Ἑλλήνων[*](ἐναντίον τῶν Ἑλλήνων Maetzner: ἐναντίων τῶν Ἑλλήνων Ν: τῶν Ἑλλήνων ἐναντίον Α.) διειλεγμένος Νικάνορι καὶ κεχρηματικὼς [ἐν Ὀλυμπίᾳ][*](ἐν Ὀλυμπία del. Kleyn.) περὶ ὧν ἐβουλήθης, ἐλεεινὸν νῦν σεαυτὸν κατασκευάζεις προδότης ὢν καὶ δωροδόκος, ὡς ἐπιλησομένους[*](ἐπιλησομένους Stephanus: ἐπιμελησομένους codd.) τούτους τῆς σῆς πονηρίας, καὶ οὐ δώσων δίκην ὑπὲρ ὧν εἴληψαι πεποιηκώς,

τοσούτῳ τολμηρότερον Δημάδου, ὥσθʼ ὁ μὲν προειρηκὼς ἐν τῷ δήμῳ τὸν αὑτοῦ τρόπον καὶ τὴν ἀπόνοιαν, καὶ ὁμολογῶν λαμβάνειν καὶ λήψεσθαι, ὅμως οὐ τετόλμηκε τούτοις[*](τετόλμηκε τούτοις Ν: τετόλμηκεν αὐτοῖς Α.) δεῖξαι[*](δεῖξαι Α: ἐνδεῖξαι Ν.) τὸ πρόσωπον, οὐδʼ ἐναντία τῇ βουλῆς ἀποφάσει λέγειν ἠξίωσε — καίτοι οὐκ ἔγραψεν ἐκεῖνος περὶ αὑτοῦ κυρίαν εἶναι τὴν βουλήν, οὐδὲ θάνατον ὡρίσατο, ἐὰν ἀποφανθῇ χρήματʼ εἰληφώς — σὺ δʼ οὕτω σφόδρα πεπίστευκας τοῖς σεαυτοῦ λόγοις καὶ καταπεφρόνηκας τῆς τούτων εὐηθείας, ὥστε πείσειν οἴει τοὺς δικαστὰς ὡς μόνου σοῦ κατέψευσται τὸ συνέδριον καὶ μόνον οὐκ εἰληφότα σε τὸ χρυσίον ἀποπέφαγκεν. καὶ τίς ἂν ταῦτα πεισθείη;

ὁρᾶτε, ὦ Ἀθηναῖοι, τί μέλλετε ποιεῖν. παρειλήφατε παρὰ τοῦ δήμου τὸ πρᾶγμα, τὸ γεγενημένον εἰδότος,[*](εἰδότος Emperius: εἶδος codd.: ἤδη Ald.) τιμωρίας δʼ ἕνεκα τῆς κατὰ τῶν ἐνόχων ὄντων ταῖς ἀποφάσεσι[*](Post ἀποφάσεσι punctum habet Blass.) Δημοσθένης εἰσάγεται πρῶτος. κατηγορήκαμεν ἡμεῖς, οὐδὲν[*](οὐδὲν add. Reiske.) οὐδενὶ καταχαρισάμενοι τῶν κοινῶν δικαίων.

πότερʼ ἀμελήσαντες τῶν γεγενημένων ἁπάντων ἀφήσετε τὸν πρῶτον εἰσεληλυθότα πρὸς ὑμᾶς, καὶ τὰ δίκαια [τὰ][*](τὰ del. Sauppe.) παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου δόξαντʼ εἶναι καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, ταῦθʼ ὑμεῖς οἱ κύριοι πάντων λύσετε, καὶ τὴν πονηρίαν αὐτοὶ τὴν τούτων ἀναδέξεσθε;

ἢ πᾶσιν ἀνθρώποις παράδειγμα ἐξοίσετε κοινὸν ὑπὲρ τῆς πόλεως, ὅτι μισεῖτε τοὺς προδότας καὶ τοὺς χρημάτων ἕνεκα προϊεμένους τὰ τοῦ δήμου συμφέροντα; ταῦτα γὰρ ἅπαντʼ ἐστὶν ἐφʼ ὑμῖν νῦν, καὶ πεντακόσιοι καὶ χίλιοι ὄντες τὴν ἁπάσης τῆς πόλεως σωτηρίαν ἐν ταῖς χερσὶν ἔχετε, καὶ ἡ τήμερον ἡμέρα καὶ ἡ ὑμετέρα ψῆφος πολλὴν ἀσφάλειαν τῇ[*](τῇ Α: ἐν τῇ Ν.) πόλει καταστήσει τὰ δίκαια ὑμῶν ἐθελόντων κρίνειν, ἢ μοχθηρὰς ἐλπίδας ποιήσετε πάντας ἔχειν τοιαῦθʼ ὑμῶν ἔθη καθιστάντων.

οὐ καταπληκτέον ἐστίν, ἄνδρες Ἀθηναῖοι, οὐδὲ προετέον, ἐὰν σωφρονῆτε, τοῖς Δημοσθένους ἐλέοις τὴν κοινὴν καὶ δικαίαν ὑπὲρ τῆς πόλεως ἀπολογίαν. οὐδεὶς γὰρ ὑμῶν ἠνάγκαζε τοῦτον τὰ μὴ προσήκοντα χρήματα λαμβάνειν[*](λαμβάνειν Wolf: λαμβάνοντα codd.: λαυβάνειν τὰ Ald.) καθʼ ὑμῶν, πολλῷ πλείω τῶν ἱκανῶν διʼ ὑμᾶς ἕτερα κεκτημένον, οὐδʼ ἀπολογεῖσθαι[*](ἀπολογεῖσθαι A pr.: ἀπολεῖσθαι A corr. ras. N.) νῦν ὑπὲρ τῶν ὡμολογημένων ἀδικημάτων, γράψαντα καθʼ ἑαυτοῦ θάνατον τὴν ζημίαν· ἀλλʼ ἡ ἐκ τοῦ ἄλλου βίου ἔμφυτος αἰσχροκέρδεια καὶ πονηρία ταῦτʼ εἰς τὴν κεφαλὴν αὐτῷ τέτροφε.[*](τέτροφε Blass: τέτραφε codd.)

μὴ οὖν ἄχθεσθʼ αὐτοῦ κλαίοντος καὶ ὀδυρομένου· πολὺ γὰρ ἂν δικαιότερον ἐλεήσαιτε[*](ἐλεήσαιτε Dobree: ἐλεήσετε codd.) τὴν χώραν, ἣν οὗτος καθίστησιν εἰς τοὺς κινδύνους τοιαῦτα πράττων, ἣ τοὺς ἐξ αὑτῆς γεγενημένους ὑμᾶς ἱκετεύει, παραστησαμένη τὰ ὑμέτερα τέκνα καὶ γυναῖκας, τιμωρήσασθαι τὸν προδότην καὶ σῴζειν ἑαυτήν, ὑπὲρ ἧς οἱ πρόγονοι πολλοὺς καὶ καλοὺς[*](καὶ καλοὺς] del. Baiter.) κινδύνους ὑπομείναντες ἐλευθέραν ὑμῖν αὐτὴν παραδεδώκασιν, ἐν ᾗ πολλὰ καὶ καλὰ παραδείγματα λέλειπται τῆς τῶν τελευτησάντων ἀρετῆς.

εἰς ταύτην ἀποβλέψαντας, ὦ Ἀθηναῖοι, καὶ τὰς ἐν αὐτῇ γιγνομένας πατρίους θυσίας καὶ τὰς τῶν προγόνων θήκας φέρειν δεῖ τοὺς εὖ φρονοῦντας τὴν ψῆφον. καὶ ὅταν Δημοσθένης ἐξαπατῆσαι βουλόμενος καὶ παρακρουόμενος ὑμᾶς[*](ὑμᾶς Α: ἡμᾶς Ν.) οἰκτίζηται καὶ δακρύῃ, ὑμεῖς εἰς τὸ τῆς πόλεως σῶμʼ ἀποβλέψαντες καὶ τὴν πρότερον δόξαν ὑπάρχουσαν[*](ὑπάρχουσαν αὐτῇ Ν: αὐτῇ ὑπάρχουσαν Α.) αὐτῇ ἀντίθετε, πότερον ἡ πόλις ἐλεεινοτέρα διὰ τοῦτον γέγονεν ἢ διὰ τὴν πόλιν Δημοσθένης.

εὑρήσετε γὰρ τοῦτον μὲν λαμπρὸν ἐξ οὗ προσελήλυθε πρὸς[*](προσελήλυθε πρὸς Ν: προσελήλυθεν εἰς Α.) τὸ πολιτεύεσθαι γεγενημένον, καὶ ἀντὶ μὲν λογογράφου καὶ μισθοῦ τὰς δίκας λέγοντος ὑπὲρ Κτησίππου καὶ Φορμίωνος καὶ ἑτέρων πολλῶν πλουσιώτατον[*](πλουσιώτατον Ν: πλουσιώτερον Α.) ὄντα τῶν ἐν τῇ πόλει, ἀντὶ δʼ ἀγνῶτος καὶ οὐδεμίαν πατρικὴν δόξαν παρὰ τῶν προγόνων παρειληφότος ἔνδοξον γεγενημένον, τὴν δὲ πόλιν οὐκ ἀξίως ἑαυτῆς οὐδὲ τῆς τῶν προγόνων δόξης διακειμένην. ἀφέντες οὖν τοὺς ἐλέους καὶ τοὺς φενακισμοὺς τοὺς τούτου τὴν ὁσίαν καὶ δικαίαν φέρετε ψῆφον, καὶ σκοπεῖτε τὸ τῇ πατρίδι συμφέρον, μὴ τὸ[*](τὸ Α: τῷ Ν.) Δημοσθένει· τοῦτο γάρ ἐστι καλῶν κἀγαθῶν δικαστῶν ἔργον.

καὶ ὅταν ἀναβαίνῃ τις συνηγορήσων Δημοσθένει. λογίζεσθʼ ὅτι οὗτος ὁ ἄνθρωπος, εἰ μὲν μὴ ἔνοχος ὢν ταῖς μελλούσαις ἀποφάσεσιν ἀναβαίνει, κακόνους ἐστὶ τῇ πολιτεία, καὶ τοὺς ἐπὶ τῷ δήμῳ δῶρα λαμβάνοντας οὐ βουλόμενος δίκην δοῦναι καὶ τὴν κοινὴν τῶν ὑμετέρων σωμάτων φυλακήν, ἐφʼ ᾗ τέτακται τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον, καταλυθῆναι βούλεται καὶ συγκεχύσθαι πάντα τὰ ἐν τῇ πόλει δίκαια· εἰ δὲ ῥήτωρ ἢ στρατηγός, οἳ τὴν προσδοκωμένην καθʼ αὑτῶν ἀπόφασιν ἄπιστον βουλόμενοι γενέσθαι συνηγοροῦσιν, οὐ προσεκτέον ὑμῖν ἐστι τοῖς τούτων λόγοις, εἰδότας ὅτι ἐκ πάντων τούτων γεγένηται[*](γεγένηται Maetzner: γίνεται codd.) συνεργία περὶ τὸν Ἁρπάλου κατάπλουν καὶ τὴν ἄφεσιν.

νομίσαντες οὖν, ὦ Ἀθηναῖοι, καθʼ ὑμῶν πάντας τούτους ἀναβαίνειν καὶ κοινοὺς ἐχθροὺς εἶναι τῶν νόμων καὶ τῆς πόλεως ἁπάσης, μὴ ἀποδέχεσθʼ αὐτῶν, ἀλλὰ κελεύετʼ ἀπολογεῖσθαι περὶ τῶν κατηγορημένων· μηδὲ τὴν αὐτοῦ τούτου μανίαν, ὃς μέγα φρονεῖ ἐπὶ τῷ δύνασθαι λέγειν, καὶ ἐπειδὰν φανερὸς[*](φανερὸς Α: φανερῶς Ν.) ὑμῖν γένηται δωροδοκῶν, ἔτι μᾶλλον ἐξελήλεγκται φενακίζων ὑμᾶς, ἀλλὰ[*](ἀλλὰ add. Reiske.) τιμωρήσασθε ὑμῶν αὐτῶν καὶ τῆς πόλεως ἀξίως. εἰ δὲ μή, μιᾷ ψήφῳ καὶ ἑνὶ ἀγῶνι πάντας τοὺς ἀποπεφασμένους καὶ τοὺς μέλλοντας ἀφέντες εἰς ὑμᾶς αὐτοὺς καὶ τὸν δῆμον τὴν τούτων δωροδοκίαν τρέψετε, κἂν[*](κἂν N corr. A corr.: κα. N pr.: καὶ A pr.: κᾆθʼ Blass.) ὕστερον ἐγκαλῆτε[*](ἐγκαλῆτε N corr. A corr.: ἐγκαλ. τε N pr.: ἐγκαλεῖτε A pr. Blass.) τοῖς ἀφεῖσιν, ὅτε οὐδὲν ἔσται πλέον ὑμῖν.

ἐγὼ μὲν οὖν, ὅσον εἰς τὸ μέρος τοὐμὸν τῆς κατηγορίας ἥκει, βεβοήθηκα, τἆλλα πάντα παριδὼν πλὴν τοῦ δικαίου καὶ τοῦ συμφέροντος ὑμῖν. οὐκ ἐγκαταλέλοιπα τὴν πόλιν, οὐ χάριν προὐργιαιτέραν τῆς τοῦ δήμου χειροτονίας ἐποιησάμην. ἀξιῶν δὲ καὶ ὑμᾶς τὴν αὐτὴν γνώμην ἔχειν, παραδίδωμι τὸ ὕδωρ τοῖς ἄλλοις κατηγόροις.[*](κατὰ δημοσθένους subicit N.)