Against Alcibiades
Andocides
Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
ἄξιον δὲ τὴν τόλμαν αὐτοῦ σαφέστερον ἔτι διελθεῖν. ἐκ ταύτης γὰρ[*](γὰρ A: δὲ Q.) παιδοποιεῖται τῆς γυναικός, ἣν ἀντʼ ἐλευθέρας δούλην κατέστησε, καὶ ἧς τὸν πατέρα καὶ τοὺς προσήκοντας ἀπέκτεινε, καὶ ἧς[*](ἧς om. A pr.) τὴν πόλιν ἀνάστατον πεποίηκεν, ὡς ἂν μάλιστα τὸν υἱὸν ἐχθρὸν ἑαυτῷ καὶ τῇ πόλει ποιήσειε· τοσαύταις ἀνάγκαις κατείληπται μισεῖν. ἀλλʼ ὑμεῖς ἐν μὲν ταῖς τραγῳδίαις τοιαῦτα θεωροῦντες δεινὰ νομίζετε, γιγνόμενα δʼ ἐν τῇ πόλει ὁρῶντες οὐδὲν φροντίζετε. καίτοι ἐκεῖνα μὲν οὐκ ἐπίστασθε πότερον οὕτω γεγένηται ἢ πέπλασται ὑπὸ τῶν ποιητῶν· ταῦτα δὲ σαφῶς εἰδότες οὕτω παρανόμως πεπραγμένα[*](παρανόμως πεπραγμένα Q: pepr. παρανόμως A.) ῥᾳθύμως φέρετε.
πρὸς δὲ τούτοις τολμῶσί τινες περὶ αὐτοῦ λέγειν ὡς οὐδὲ γεγένηται οὐδεὶς πώποτε τοιοῦτος. ἐγὼ δὲ νομίζω μέγιστα κακὰ τὴν πόλιν ὑπὸ τούτου πείσεσθαι, καὶ τηλικούτων πραγμάτων εἰς τὸν λοιπὸν χρόνον αἴτιον δόξειν, ὥστε μηδένα τῶν προτέρων ἀδικημάτων μεμνῆσθαι· ἀνέλπιστον γὰρ οὐδέν, τὸν τὴν ἀρχὴν τοῦ βίου τοιαύτην κατασκευασάμενον καὶ τὴν τελευτὴν ὑπερβάλλουσαν ποιήσασθαι. ἔστι δὲ σωφρόνων ἀνδρῶν φυλάττεσθαι τῶν πολιτῶν τοὺς ὑπεραυξανομένους, ἐνθυμουμένους ὑπὸ τῶν τοιούτων τὰς τυραννίδας καθισταμένας.