Against Alcibiades

Andocides

Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

πρῶτον μὲν οὖν πείσας ὑμᾶς[*](ὑμᾶς A: ἡμᾶς Q.) τὸν φόρον ταῖς πόλεσιν ἐξ ἀρχῆς τάξαι τὸν ὑπʼ Ἀριστείδου πάντων δικαιότατα τεταγμένον, αἱρεθεὶς ἐπὶ τούτῳ δέκατος αὐτὸς μάλιστα διπλάσιον αὐτὸν ἑκάστοις[*](ἑκάστοις Blass: ἑκάστω codd.) τῶν συμμάχων ἐποίησεν, ἐπιδείξας δʼ αὑτὸν φοβερὸν καὶ μέγα δυνάμενον ἰδίας ἀπὸ τῶν κοινῶν προσόδους κατεσκευάσατο. σκέψασθε δὲ πῶς ἄν τις κακὰ μείζω τούτων κατασκευάσειεν, εἰ τῆς σωτηρίας ἡμῖν πάσης διὰ τῶν συμμάχων οὔσης, ὁμολογουμένως νῦν κάκιον ἢ πρότερον πραττόντων, τὸν φόρον ἑκάστοις[*](ἑκάστοις Baiter et Sauppe: ἑκάστης codd.) διπλασιάσειεν.

ὥστʼ εἴπερ ἡγεῖσθε πολίτην ἀγαθὸν Ἀριστείδην καὶ δίκαιον γεγονέναι, τοῦτον προσήκει κάκιστον νομίζειν, ὡς τἀναντία περὶ τῶν πόλεων[*](περὶ τῶν πόλεων om. Q.) ἐκείνῳ γιγνώσκοντα. τοιγάρτοι διὰ ταῦτα πολλοὶ τὴν πατρίδα τὴν αὑτῶν ἀπολιπόντες[*](ἀπολιπόντες A: καταλιπόντες Q.) φυγάδες γίγνονται καὶ εἰς Θουρίους οἰκήσοντες ἀπέρχονται. δηλώσει δὲ ἡ τῶν συμμάχων ἔχθρα, ὅταν πρῶτον[*](ὅταν πρῶτον Reiske: πρῶτον ὅταν codd.) ἡμῖν καὶ Λακεδαιμονίοις γένηται ναυτικὸς πόλεμος. ἐγὼ δὲ νομίζω τὸν τοιοῦτον πονηρὸν εἶναι προστάτην, ὅστις τοῦ παρόντος χρόνου ἐπιμελεῖται, ἀλλὰ μὴ καὶ τοῦ μέλλοντος προνοεῖται, καὶ τὰ ἥδιστα τῷ πλήθει, παραλιπὼν τὰ βέλτιστα, συμβουλεύει.