On the Peace with Sparta

Andocides

Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

εἰ δὲ μηδὲν ἀρέσκει τούτων, πολεμεῖν ἕτοιμον. καὶ ταῦτʼ ἐφʼ ὑμῖν[*](ὑμῖν Q: ἡμῖν A.) πάντʼ ἐστίν, ὦ Ἀθηναῖοι· τούτων ὅ τι ἂν βούλησθε ἕλεσθε.[*](ἕλεσθε vulg.: ἑλέσθαι codd.) πάρεισι μὲν γὰρ Ἀργεῖοι καὶ Κορίνθιοι διδάξοντες ὡς ἄμεινόν ἐστι πολεμεῖν, ἥκουσι δὲ Λακεδαιμόνιοι πείσοντες ὑμᾶς εἰρήνην ποιήσασθαι. τούτων δʼ ἐστὶ τὸ τέλος παρʼ ὑμῖν, ἀλλʼ οὐκ ἐν Λακεδαιμονίοις, διʼ ἡμᾶς.[*](διʼ ἡμᾶς Q: διʼ ὑμᾶς A.) πρεσβευτὰς οὖν πάντας ὑμᾶς ἡμεῖς οἱ πρέσβεις ποιοῦμεν· ὁ γὰρ τὴν χεῖρα μέλλων ὑμῶν[*](ὑμῶν A: ἡμῶν Q.) αἴρειν, οὗτος ὁ πρεσβεύων ἐστίν, ὁπότερʼ ἂν αὐτῷ δοκῇ, καὶ τὴν εἰρήνην καὶ τὸν πόλεμον ποιεῖν. μέμνησθε μὲν οὖν, ὦ Ἀθηναῖοι, τοὺς ἡμετέρους λόγους, ψηφίσασθε δὲ τοιαῦτα ἐξ ὧν ὑμῖν[*](ὑμῖν A: ἡμῖν Q.) μηδέποτε μεταμελήσει.