On the Peace with Sparta

Andocides

Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

ἡμῖν δέ, ὦ Ἀθηναῖοι, πῶς ἔξεστι τὴν εἰρήνην ποιήσασθαι; ποίων τινῶν Λακεδαιμονίων τυγχάνοντας; καὶ γὰρ εἴ τις ὑμῶν ἀχθεσθήσεται παραιτοῦμαι· τὰ[*](τὰ add. Ald.) γὰρ ὄντα λέξω. πρῶτον μὲν γὰρ ἡνίκα ἀπωλέσαμεν τὰς ναῦς ἐν Ἑλλησπόντῳ καὶ τειχήρεις ἐγενόμεθα, τίνα γνώμην ἔθεντο περὶ ἡμῶν οἱ νῦν μὲν ἡμέτεροι τότε δὲ Λακεδαιμονίων ὄντες σύμμαχοι; οὐ τὴν πόλιν ἡμῶν ἀνδραποδίζεσθαι καὶ τὴν χώραν ἐρημοῦν; οἱ δὲ διακωλύσαντες ταῦτα μὴ γενέσθαι τίνες ἦσαν; οὐ Λακεδαιμόνιοι, τοὺς μὲν συμμάχους ἀποτρέψαντες τῆς γνώμης, αὐτοὶ δʼ οὐδʼ ἐπιχειρήσαντες διαβουλεύσασθαι περὶ τοιούτων ἔργων;

μετὰ δὲ τοῦτο ὅρκους ὀμόσαντες αὐτοῖς καὶ τὴν στήλην εὑρόμενοι παρʼ[*](παρʼ add. Ald.) αὐτῶν στῆσαι, κακὸν ἀγαπητὸν ἐν ἐκείνῳ τῷ χρόνῳ, σπονδὰς ἤγομεν ἐπὶ ῥητοῖς. εἶτα δὲ συμμαχίαν ποιησάμενοι Βοιωτοὺς καὶ Κορινθίους ἀποστήσαντες αὐτῶν, Ἀργείους δὲ ἀγαγόντες εἰς τὴν ποτὲ φιλίαν, αἴτιοι τῆς ἐν Κορίνθῳ μάχης ἐγενόμεθα αὐτοῖς. τίνες δὲ βασιλέα πολέμιον αὐτοῖς ἐποίησαν, καὶ Κόνωνι τὴν ναυμαχίαν παρεσκεύασαν, διʼ ἣν ἀπώλεσαν τὴν ἀρχὴν τῆς θαλάττης;

ὅμως τοίνυν ταῦτα πεπονθότες ὑφʼ ἡμῶν συγχωροῦσι ταὐτὰ[*](ταὐτὰ Baiter: ταῦτα codd.) ἅπερ οἱ σύμμαχοι, καὶ διδόασιν ἡμῖν τὰ τείχη καὶ τὰς ναῦς καὶ τὰς νήσους ἡμῶν εἶναι. ποίαν τίνʼ οὖν χρὴ εἰρήνην πρεσβεύοντας ἥκειν; οὐ ταὐτὰ[*](ταῦτα Baiter: ταῦτα codd.) παρὰ τῶν πολεμίων εὑρομένους ἅπερ οἱ φίλοι διδόασι, καὶ διʼ ἅπερ ἠρξάμεθα πολεμεῖν, ἵνα ἡμῶν γένηται τῇ πόλει ταῦτα; οἱ μὲν τοίνυν ἄλλοι τὴν εἰρήνην ποιοῦνται τῶν ὑπαρχόντων ἀφιέντες, ἡμεῖς δὲ προσλαμβάνοντες αὐτὰ ὧν μάλιστα δεόμεθα.

τί οὖν ἐστιν ὑπόλοιπον περὶ ὅτου δεῖ βουλεύεσθαι; περὶ Κορίνθου[*](περὶ Κορίνθου add. QL.) καὶ περὶ ὧν ἂν[*](ἂν del. Dobree.) ἡμᾶς Ἀργεῖοι προκαλοῦνται.[*](προκαλοῦνται apographa: προσκαλοῦνται AQ.) πρῶτον μὲν περὶ Κορίνθου διδαξάτω μέ τις, Βοιωτῶν μὴ συμπολεμούντων, εἰρήνην δὲ ποιουμένων πρὸς Λακεδαιμονίους, τίνος ἐστὶν ἡμῖν ἀξία Κόρινθος.

ἀναμνήσθητε γάρ, ὦ Ἀθηναῖοι, τῆς ἡμέρας ἐκείνης ὅτε Βοιωτοῖς τὴν συμμαχίαν ἐποιούμεθα, τίνα γνώμην ἔχοντες ταῦτα ἐπράττομεν. οὐχ ὡς ἱκανὴν οὖσαν τὴν Βοιωτῶν δύναμιν μεθʼ ἡμῶν γενομένην κοινῇ πάντας ἀνθρώπους ἀμύνασθαι; νῦν δὲ βουλευόμεθα,[*](βουλευόμεθα Q: βουλευώμεθα A.) Βοιωτῶν εἰρήνην ποιουμένων πῶς δυνατοὶ Λακεδαιμονίοις πολεμεῖν ἐσμεν ἄνευ Βοιωτῶν.

ναί, φασί τινες, ἂν Κόρινθόν τε φυλάττωμεν καὶ συμμάχους ἔχωμεν Ἀργείους. ἰόντων[*](ιόντων Ald.: ὄντων codd.) δὲ Λακεδαιμονίων εἰς Ἄργος πότερον βοηθήσομεν[*](βοηθήσομεν A: βοηθήσωμεν Q.) αὐτοῖς ἢ οὔ; πολλὴ γὰρ ἀνάγκη ὁπότερον τούτων ἑλέσθαι. μὴ βοηθούντων μὲν οὖν ἡμῶν οὐδὲ λόγος ὑπολείπεται μὴ οὐκ ἀδικεῖν καὶ ποιεῖν Ἀργείους[*](ἀδικεῖν καὶ ποιεῖν Ἀργείους Sluiter: ἀδικεῖν ἀργείους καὶ ποιεῖν AQ.) ὁποῖον ἄν τι βούλωνται δικαίως· βοηθούντων δὲ ἡμῶν εἰς Ἄργος οὐχ ἕτοιμον μάχεσθαι Λακεδαιμονίοις; ἵνα ἡμῖν τί γένηται; ἵνα ἡττώμενοι μὲν καὶ τὴν οἰκείαν χώραν ἀπολέσωμεν πρὸς τῇ Κορινθίων, νικήσαντες δὲ τὴν Κορινθίων Ἀργείων ποιήσωμεν.[*](ποιήσωμεν apographa: ποιήσομεν AQ.) οὐχ ἕνεκα τούτων πολεμήσομεν;[*](πολεμήσομεν Ald.: πολεμήσωμεν AQ.)

σκεψώμεθα δὴ καὶ τοὺς Ἀργείων λόγους. κελεύουσι γὰρ ἡμᾶς κοινῇ μετὰ σφῶν καὶ μετὰ Κορινθίων πολεμεῖν, αὐτοὶ δʼ ἰδίᾳ εἰρήνην ποιησάμενοι τὴν χώραν οὐ παρέχουσιν ἐμπολεμεῖν. καὶ μετὰ μὲν πάντων τῶν συμμάχων τὴν εἰρήνην ποιουμένους[*](ποιουμένους Reiske: ποιουμένοις codd.) οὐκ ἐῶσιν ἡμᾶς οὐδὲν πιστεύειν Λακεδαιμονίοις· ἃ δὲ πρὸς τούτους μόνους ἐκεῖνοι συνέθεντο, ταῦτα δʼ[*](ταῦτα δʼ QL: ταῦτʼ A.) οὐδεπώποτʼ αὐτούς φασι παραβῆναι. πατρίαν τε εἰρήνην ὀνομάζοντες ᾗ χρῶνται, τοῖς δὲ[*](δὲ del. Reiske.) ἄλλοις Ἕλλησιν οὐκ ἐῶσι πατρίαν γενέσθαι τὴν εἰρήνην· ἐκ γὰρ τοῦ πολέμου χρονισθέντος Κόρινθον ἑλεῖν προσδοκῶσι, κρατήσαντες δὲ τούτων ὑφʼ ὧν ἀεὶ κρατοῦνται, καὶ τοὺς συννικῶντας ἐλπίζουσι παραστήσεσθαι.[*](παραστήσεοθαι Reiske: ἀποστήσεσθαι codd.)

τοιούτων δʼ ἐλπίδων μετασχόντας ἡμᾶς δεῖ δυοῖν θάτερον ἑλέσθαι, ἢ πολεμεῖν μετὰ Ἀργείων Λακεδαιμονίοις, ἢ μετὰ Βοιωτῶν κοινῇ τὴν εἰρήνην ποιεῖσθαι. ἐγὼ μὲν οὖν ἐκεῖνο δέδοικα μάλιστα,[*](μάλιστα om. Q.) ὦ Ἀθηναῖοι, τὸ εἰθισμένον κακόν, ὅτι τοὺς κρείττους φίλους ἀφιέντες ἀεὶ τοὺς ἥττους αἱρούμεθα, καὶ πόλεμον ποιούμεθα διʼ ἑτέρους, ἐξὸν διʼ ἡμᾶς αὐτοὺς εἰρήνην ἄγειν·

οἵτινες πρῶτον μὲν βασιλεῖ τῷ μεγάλῳ — χρὴ γὰρ ἀναμνησθέντας τὰ γεγενημένα καλῶς βουλεύσασθαι — σπονδὰς ποιησάμενοι καὶ συνθέμενοι φιλίαν εἰς τὸν ἅπαντα χρόνον, ἃ ἡμῖν ἐπρέσβευσεν Ἐπίλυκος Τεισάνδρου, τῆς μητρὸς τῆς ἡμετέρας ἀδελφός, μετὰ[*](μετὰ add. Reiske.) ταῦτα Ἀμόργῃ πειθόμενοι τῷ δούλῳ τοῦ βασιλέως καὶ φυγάδι τὴν μὲν βασιλέως δύναμιν ἀπεβαλόμεθα[*](ἀπεβαλόμεθα A: ἀπεβαλλόμεθα Q.) ὡς οὐδενὸς[*](οὐδενὸς Reiske: οὐδὲν codd.) οὖσαν ἀξίαν, τὴν δὲ Ἀμόργου φιλίαν εἱλόμεθα, κρείττω νομίσαντες εἶναι· ἀνθʼ ὧν βασιλεὺς ὀργισθεὶς ἡμῖν, σύμμαχος γενόμενος Λακεδαιμονίοις, παρέσχεν αὐτοῖς εἰς τὸν πόλεμον πεντακισχίλια τάλαντα, ἕως κατέλυσεν ἡμῶν τὴν δύναμιν. ἓν μὲν βούλευμα τοιοῦτον ἐβουλευσάμεθα·

Συρακόσιοι δʼ ὅτε ἦλθον ἡμῶν δεόμενοι, φιλότητα μὲν ἀντὶ διαφορᾶς ἐθέλοντες εἰρήνην δʼ ἀντὶ πολέμου ποιεῖσθαι, τήν τε συμμαχίαν ἀποδεικνύντες ὅσῳ κρείττων ἡ σφετέρα εἴη τῆς[*](τῆς Ἐγ. καὶ Κατ. Francke: τῶν Ἐγ. καὶ τῶν Κατ. codd.) Ἐγεσταίων καὶ Καταναίων, εἰ βουλοίμεθα[*](βουλοίμεθα Reiske: βουλόμεθα codd.) πρὸς αὐτοὺς ποιεῖσθαι, ἡμεῖς τοίνυν εἱλόμεθα καὶ τότε πόλεμον μὲν ἀντὶ εἰρήνης, Ἐγεσταίους δὲ ἀντὶ Συρακοσίων, στρατεύεσθαι δʼ εἰς Σικελίαν ἀντὶ τοῦ μένοντες οἴκοι συμμάχους ἔχειν Συρακοσίους· ἐξ ὧν πολλοὺς μὲν Ἀθηναίων ἀπολέσαντες ἀριστίνδην καὶ τῶν συμμάχων, πολλὰς δὲ ναῦς καὶ χρήματα καὶ δύναμιν ἀποβαλόντες, αἰσχρῶς διεκομίσθησαν οἱ σωθέντες αὐτῶν.

ὕστερον δʼ ὑπʼ Ἀργείων ἐπείσθημεν, οἵπερ νῦν ἥκουσι πείθοντες[*](ἥκουσι πείθοντες A: ἥκοντες πείθουσι Q.) πολεμεῖν, πλεύσαντες ἐπὶ τὴν Λακωνικὴν εἰρήνης ἡμῖν οὔσης πρὸς Λακεδαιμονίους ἐντεῖναι[*](ἐντεῖναι ἐκείνων scripsi: ἐντεῖναι αὐτῶν Lipsius: ἐκτεῖναι codd.) ἐκείνων τὸν θυμόν, ἀρχὴν πολλῶν κακῶν· ἐξ οὗ πολεμήσαντες ἠναγκάσθημεν τὰ τείχη κατασκάπτειν καὶ τὰς ναῦς παραδιδόναι καὶ τοὺς φεύγοντας καταδέχεσθαι. ταῦτα δὲ πασχόντων ἡμῶν οἱ πείσαντες ἡμᾶς πολεμεῖν Ἀργεῖοι τίνα ὠφέλειαν παρέσχον ἡμῖν; τίνα δὲ κίνδυνον ὑπὲρ τῶν[*](τῶν del. Pertz.) Ἀθηναίων ἐποιήσαντο;

νῦν οὖν τοῦτο ὑπόλοιπόν ἐστιν ἡμῖν,[*](ᾑμῖν om. Q.) πόλεμον μὲν[*](μὲν om. Q.) ἑλέσθαι καὶ νῦν ἀντʼ εἰρήνης, τὴν δὲ συμμαχίαν τὴν Ἀργείων ἀντὶ τῆς Βοιωτῶν, Κορινθίων δὲ τοὺς νῦν ἔχοντας τὴν πόλιν ἀντὶ Λακεδαιμονίων. μὴ δῆτα, ὦ Ἀθηναῖοι, μηδεὶς ἡμᾶς ταῦτα πείσῃ[*](πείσῃ A: πείσει Q.)· τὰ γὰρ παραδείγματα τὰ γεγενημένα τῶν ἁμαρτημάτων ἱκανὰ τοῖς σώφροσι τῶν ἀνθρώπων ὥστε μηκέτι ἁμαρτάνειν.

εἰσὶ δέ τινες ὑμῶν[*](ὑμῶν A: ἡμῶν Q.) οἳ τοσαύτην ὑπερβολὴν τῆς ἐπιθυμίας ἔχουσιν εἰρήνην ὡς τάχιστα γενέσθαι· φασὶ γὰρ καὶ τὰς τετταράκονθʼ ἡμέρας ἐν αἷς ὑμῖν[*](ὑμῖν Bekker: ἡμῖν codd.) ἔξεστι βουλεύεσθαι περίεργον εἶναι, καὶ τοῦτο ἀδικεῖν ἡμᾶς· αὐτοκράτορας γὰρ πεμφθῆναι εἰς Λακεδαίμονα διὰ ταῦθʼ,[*](ταῦθʼ Reiske: ταύτην codd.) ἵνα μὴ πάλιν ἐπαναφέρωμεν. τήν τε ἀσφάλειαν ἡμῶν τῆς ἐπαναφορᾶς δέος ὀνομάζουσι, λέγοντες ὡς οὐδεὶς πώποτε τὸν δῆμον τὸν[*](τὸν Spengel: τῶν codd.) Ἀθηναίων ἐκ τοῦ φανεροῦ πείσας ἔσῳσεν, ἀλλὰ δεῖ λαθόντας ἢ ἐξαπατήσαντας αὐτὸν εὖ ποιῆσαι.

τὸν λόγον οὖν τοῦτον οὐκ ἐπαινῶ. φημὶ γάρ, ὦ Ἀθηναῖοι, πολέμου μὲν ὄντος ἄνδρα στρατηγὸν τῇ πόλει τε εὔνουν εἰδότα τε ὅ τι πράττῃ,[*](πράττῃΨδέν: πράττοι codd.) λανθάνοντα δεῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων καὶ ἐξαπατῶντα ἄγειν ἐπὶ[*](ἐπὶ A: παρὰ Q.) τοὺς κινδύνους, εἰρήνης δὲ πέρι πρεσβεύοντας[*](πρεσβεύοντας A: πρεσβεύοντα Q.) κοινῆς τοῖς Ἕλλησιν, ἐφʼ οἷς ὅρκοι τε ὀμοσθήσονται στῆλαί τε σταθήσονται γεγραμμέναι, ταῦτα δὲ οὔτε λαθεῖν οὔτε ἐξαπατῆσαι δεῖν, ἀλλὰ πολὺ μᾶλλον ἐπαινεῖν ἢ ψέγειν, εἰ πεμφθέντες αὐτοκράτορες ἔτι[*](ἔτι Reiske: τιcodd.) ἀποδώσομεν ὑμῖν[*](ὑμῖν apogr.: ἡμῖν AQ.) περὶ αὐτῶν[*](περὶ αὐτῶν A: περὶ τῶν αὐτῶνQ.) σκέψασθαι. βουλεύσασθαι μὲν οὖν ἀσφαλῶς[*](ἀσφαλῶς om. Q.) χρὴ κατὰ δύναμιν, οἷς δʼ ἂν ὀμόσωμεν καὶ συνθώμεθα, τούτοις ἐμμένειν.

οὐ γὰρ μόνον, ὦ Ἀθηναῖοι, πρὸς γράμματα τὰ γεγραμμένα δεῖ βλέποντας πρεσβεύειν ἡμᾶς, ἀλλὰ καὶ πρὸς τοὺς τρόπους τοὺς ὑμετέρους. ὑμεῖς γὰρ περὶ μὲν τῶν ἑτοίμων ὑμῖν ὑπονοεῖν εἰώθατε καὶ δυσχεραίνειν, τὰ δʼ οὐκ ὄντα λογοποιεῖν ὡς ἔστιν ὑμῖν ἕτοιμα· κἂν μὲν πολεμεῖν δέῃ, τῆς εἰρήνης ἐπιθυμεῖτε, ἐὰν δέ τις ὑμῖν[*](ὑμῖν Q: ἡμῖν A.) τὴν εἰρήνην πράττῃ, λογίζεσθε τὸν πόλεμον ὅσα ἀγαθὰ ὑμῖν κατηργάσατο.

ὅπου καὶ νῦν ἤδη τινὲς λέγουσιν οὐ γιγνώσκειν τὰς διαλλαγὰς αἵτινές εἰσιν, τείχη καὶ νῆες εἰ γενήσονται τῇ πόλει· τὰ γὰρ ἴδια τὰ σφέτερʼ αὐτῶν ἐκ τῆς ὑπερορίας οὐκ ἀπολαμβάνειν, ἀπὸ δὲ τῶν τειχῶν οὐκ εἶναι σφίσι τροφήν. ἀναγκαίως οὖν ἔχει καὶ πρὸς ταῦτʼ ἀντειπεῖν.

ἦν γάρ ποτε χρόνος, ὦ Ἀθηναῖοι, ὅτε τείχη καὶ ναῦς οὐκ ἐκεκτήμεθα[*](ἐκεκτήμεθα Hirschig: ἐκτήμεθα Bekker: κεκτήμεθα AQ.)· γενομένων δὲ τούτων τὴν ἀρχὴν ἐποιησάμεθα τῶν ἀγαθῶν. ὧν εἰ καὶ νῦν ἐπιθυμεῖτε, ταῦτα κατεργάσασθε. ταύτην δὲ λαβόντες ἀφορμὴν οἱ πατέρες ἡμῶν κατηργάσαντο τῇ πόλει δύναμιν τοσαύτην ὅσην οὔπω τις ἄλλη πόλις ἐκτήσατο, τὰ μὲν πείσαντες τοὺς Ἕλληνας, τὰ δὲ λαθὸντες, τὰ δὲ πριάμενοι, τὰ δὲ βιασάμενοι.

πείσαντες μὲν οὖν Ἀθήνησι ποιήσασθαι τῶν κοινῶν χρημάτων Ἑλληνοταμίας, καὶ τὸν σύλλογον τῶν νεῶν παρʼ ἡμῖν γενέσθαι, ὅσαι δὲ τῶν πόλεων τριήρεις μὴ κέκτηνται, ταύταις ἡμᾶς παρέχειν· λαθόντες δὲ Πελοποννησίους τειχισάμενοι[*](τειχισάμενοι Emperius: ἐτειχίσαμεν codd.) τὰ τείχη· πριάμενοι δὲ παρὰ Λακεδαιμονίων μὴ δοῦναι τούτων δίκην· βιασάμενοι δὲ τοὺς ἐναντίους τὴν ἀρχὴν τῶν Ἑλλήνων κατηργασάμεθα. καὶ ταῦτα τὰ ἀγαθὰ ἐν ὀγδοήκοντα καὶ πέντε ἡμῖν ἔτεσιν ἐγένετο.

κρατηθέντες δὲ τῷ πολέμῳ τά τε ἄλλα[*](ἄλλα A: ἄλλα πάντα QL.) ἀπωλέσαμεν, καὶ τὰ τείχη καὶ τὰς ναῦς ἔλαβον ἡμῶν ἐνέχυρα Λακεδαιμόνιοι, τὰς[*](τὰς Reiske: τὰ codd.) μὲν παραλαβόντες, τὰ δὲ καθελόντες, ὅπως μὴ πάλιν ταύτην[*](ταύτην Hirschig ex sec. 37.2: ταῦτʼ codd.) ἔχοντες ἀφορμὴν δύναμιν τῇ πόλει κατασκευάσαιμεν. πεισθέντες τοίνυν ὑφʼ ἡμῶν Λακεδαιμόνιοι πάρεισι νυνὶ πρέσβεις αὐτοκράτορες, τά τε ἐνέχυρα ἡμῖν ἀποδιδόντες, καὶ τὰ τείχη καὶ τὰς[*](τὰς add. Fuhr, coll. sec. 23.3.) ναῦς ἐῶντες κεκτῆσθαι, τάς τε νήσους ἡμετέρας εἶναι.

τὴν αὐτὴν τοίνυν ἀρχὴν ἀγαθῶν λαμβάνοντας ἥνπερ ἡμῶν ἐλάμβανον οἱ πρόγονοι, ταύτην οὐκ ἀκτέον φασὶ τὴν εἰρήνην τινὲς εἶναι. παριόντες οὖν αὐτοὶ διδασκόντων ὑμᾶς[*](ὑμᾶς Q: ἡμᾶς A.) — ἐξουσίαν δʼ αὐτοῖς ἡμεῖς ἐποιήσαμεν, προσθέντες τετταράκοντα ἡμέρας βουλεύσασθαι — τοῦτο μὲν τῶν γεγραμμένων εἴ τι[*](εἴ τι Ald.: ἔτι codd.) τυγχάνει μὴ καλῶς ἔχον· ἔξεστι γὰρ ἀφελεῖν· τοῦτο δʼ εἴ τίς τι[*](τι add. Blass.) προσθεῖναι βούλεται, πείσας ὑμᾶς[*](ὑμᾶς Q: ἡμᾶς A.) προσγραψάτω. πᾶσί τε τοῖς γεγραμμένοις χρωμένοις ἔστιν εἰρήνην ἄγειν.