On the Mysteries
Andocides
Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
ἥκειν ἔφη τῇ ὑστεραίᾳ, καὶ δὴ κόπτειν τὴν θύραν· τὸν δὲ πατέρα τὸν ἐμὸν τυχεῖν ἐξιόντα, καὶ εἰπεῖν αὐτῷ[*](αὐτῷ Lipsius: αὐτόν codd.)· ἆρά γε σὲ οἵδε περιμένουσι; χρὴ μέντοι μὴ ἀπωθεῖσθαι τοιούτους φίλους. εἰπόντα δὲ αὐτὸν ταῦτα οἴχεσθαι. καὶ τούτῳ μὲν τῷ τρόπῳ τὸν πατέρα μου ἀπώλλυε, συνειδότα ἀποφαίνων. εἰπεῖν δὲ ἡμᾶς ὅτι δεδογμένον ἡμῖν εἴη δύο μὲν τάλαντα ἀργυρίου διδόναι οἱ ἀντὶ τῶν ἑκατὸν μνῶν τῶν ἐκ τοῦ δημοσίου, ἐὰν δὲ κατάσχωμεν ἡμεῖς ἃ βουλόμεθα, ἕνα αὐτὸν[*](αὐτὸν Reiske: αὐτῶν codd.) ἡμῶν εἶναι, πίστιν δὲ τούτων δοῦναί τε καὶ δέξασθαι.
ἀποκρίνασθαι δὲ αὐτὸς πρὸς ταῦτα ὅτι βουλεύσοιτο· ἡμᾶς δὲ κελεύειν αὐτὸν ἥκειν εἰς Καλλίου τοῦ Τηλοκλέους, ἵνα κἀκεῖνος παρείη. τὸν δʼ αὖ κηδεστήν μου οὕτως ἀπώλλυεν. ἥκειν ἔφη εἰς Καλλίου, καὶ καθομολογήσας ἡμῖν πίστιν δοῦναι ἐν ἀκροπόλει, καὶ ἡμᾶς συνθεμένους οἱ τὸ ἀργύριον εἰς τὸν ἐπιόντα[*](ἐπιόντα Emperius: εἰσιόντα codd.) μῆνα δώσειν διαψεύδεσθαι καὶ οὐ διδόναι· ἥκειν οὖν μηνύσων τὰ γενόμενα.
ἡ μὲν εἰσαγγελία αὐτῷ,[*](αὐτῷ Reiske: αὐτῶν codd.) ὦ ἄνδρες, τοιαύτη· ἀπογράφει δὲ τὰ ὀνόματα τῶν ἀνδρῶν ὧν ἔφη γνῶναι, δύο καὶ τετταράκοντα, πρώτους μὲν Μαντίθεον καὶ Ἀψεφίωνα, βουλευτὰς ὄντας καὶ καθημένους ἔνδον, εἶτα δὲ καὶ τοὺς ἄλλους. ἀναστὰς δὲ Πείσανδρος ἔφη χρῆναι λύειν τὸ ἐπὶ Σκαμανδρίου ψήφισμα καὶ ἀναβιβάζειν ἐπὶ τὸν τροχὸν τοὺς ἀπογραφέντας, ὅπως μὴ πρότερον νὺξ ἔσται πρὶν πυθέσθαι τοὺς ἄνδρας ἅπαντας. ἀνέκραγεν ἡ βουλὴ ὡς εὖ λέγει.
ἀκούσαντες δὲ ταῦτα Μαντίθεος καὶ Ἀψεφίων ἐπὶ τὴν ἑστίαν ἐκαθέζοντο, ἱκετεύοντες μὴ στρεβλωθῆναι ἀλλʼ ἐξεγγυηθέντες[*](ἐξεγγυηθέντες Bekker: ἐξεγγυηθέντας codd.) κριθῆναι. μόλις δὲ τούτων τυχόντες, ἐπειδὴ τοὺς ἐγγυητὰς κατέστησαν, ἐπὶ τοὺς ἵππους ἀναβάντες ᾤχοντο εἰς τοὺς πολεμίους αὐτομολήσαντες, καταλιπόντες τοὺς ἐγγυητάς, οὓς ἔδει ἐν[*](ἐν add. Weidner.) τοῖς αὐτοῖς ἐνέχεσθαι ἐν οἷσπερ οὓς ἠγγυήσαντο.
ἡ δὲ βουλὴ ἐξελθοῦσα ἐν ἀπορρήτῳ συνέλαβεν ἡμᾶς καὶ ἔδησεν ἐν τοῖς ξύλοις. ἀνακαλέσαντες δὲ τοὺς στρατηγοὺς ἀνειπεῖν ἐκέλευσαν Ἀθηναίων τοὺς μὲν ἐν ἄστει οἰκοῦντας ἰέναι εἰς τὴν ἀγορὰν τὰ ὅπλα λαβόντας, τοὺς δʼ ἐν μακρῷ τείχει εἰς τὸ Θησεῖον, τοὺς δʼ ἐν Πειραιεῖ εἰς τὴν Ἱπποδαμείαν ἀγοράν, τοὺς δʼ ἱππέας ἔτι πρὸ[*](πρὸ add. Blass, coll. sec. 48.) νυκτὸς σημῆναι τῇ σάλπιγγι ἥκειν εἰς τὸ Ἀνάκειον, τὴν δὲ βουλὴν εἰς ἀκρόπολιν ἰέναι κἀκεῖ καθεύδειν, τοὺς δὲ πρυτάνεις ἐν τῇ θόλῳ. Βοιωτοὶ δὲ πεπυσμένοι τὰ πράγματα ἐπὶ τοῖς ὁρίοις ἦσαν ἐξεστρατευμένοι. τὸν δὲ τῶν κακῶν τούτων αἴτιον Διοκλείδην ὡς σωτῆρα ὄντα τῆς πόλεως ἐπὶ ζεύγους ἦγον εἰς τὸ πρυτανεῖον στεφανώσαντες,[*](στεφανώσαντες Bekker: στεφανώσοντες codd.) καὶ ἐδείπνει ἐκεῖ.
πρῶτον μὲν οὖν ταῦτα, ὦ ἄνδρες, ὁπόσοι ὑμῶν παρῆσαν, ἀναμιμνῄσκεσθε καὶ τοὺς ἄλλους διδάσκετε· εἶτα δέ μοι τοὺς πρυτάνεις κάλει τοὺς τότε πρυτανεύσαντας, Φιλοκράτη καὶ τοὺς ἄλλους.
Μάρτυρες
φέρε δή, καὶ τὰ ὀνόματα ὑμῖν ἀναγνώσομαι τῶν ἀνδρῶν ὧν ἀπέγραψεν, ἵνʼ εἰδῆτε ὅσους μοι τῶν συγγενῶν ἀπώλλυεν, πρῶτον μὲν τὸν πατέρα, εἶτα δὲ τὸν κηδεστήν, τὸν μὲν συνειδότα ἀποδεικνύς, τοῦ δʼ ἐν τῇ οἰκίᾳ φάσκων τὴν σύνοδον γενέσθαι. τῶν δʼ ἄλλων ἀκούσεσθε τὰ ὀνόματα. καὶ αὐτοῖς ἀναγίγνωσκε.
Χαρμίδης Ἀριστοτέλους.οὗτος ἀνεψιὸς ἐμός· ἡ μήτηρ ἡ[*](ἡ add. Bekker.) ἐκείνου καὶ ὁ πατὴρ ὁ ἐμὸς ἀδελφοί.
Ταυρέας.οὑτοσὶ ἀνεψιὸς τοῦ πατρός.
Νισαῖος.υἱὸς Ταυρέου.
Καλλίας ὁ Ἀλκμέωνος.ἀνεψιὸς τοῦ πατρός.
Εὔφημος.Καλλίου τοῦ Τηλοκλέους ἀδελφός.
Φρύνιχος ὁ Ὀρχησαμενοῦ.[*](Ὀρχησαμενοῦ Wilhelm: ὀρχησάμενος codd.) ἀνεψιός.
Εὐκράτης.ὁ Νικίου ἀδελφός.[*](Verba ὁ Νικίου ἀδελφὸς quae in codd. cum Εὐκράτης coniuncta sunt ita distinxi.) κηδεστὴς οὗτος Καλλίου.
Κριτίας.ἀνεψιὸς[*](Post ἀνεψιὸς habent codd. Εὐκρατίας ὁ Νικίου ἀδελφὸς e praecedentibus male iterata. Eiecit Reiske. Hunc indicem turbatum esse ex sec. 68 satis liquet.) καὶ οὗτος τοῦ πατρός· αἱ μητέρες ἀδελφαί.
τούτους πάντας ἐν τοῖς τετταράκοντα ἀνδράσιν ἀπέγραψεν.[*](ἀπέγραψεν Stephanus: ἐπέγραψεν codd.)
ἐπειδὴ δὲ ἐδεδέμεθα πάντες ἐν τῷ αὐτῷ καὶ νύξ τε ἦν καὶ τὸ δεσμωτήριον συνεκέκλῃτο, ἧκον δὲ τῷ μὲν μήτηρ τῷ δὲ ἀδελφὴ τῷ δὲ γυνὴ καὶ παῖδες, ἦν δὲ βοὴ καὶ οἶκτος κλαόντων καὶ ὀδυρομένων τὰ παρόντα κακά, λέγει πρός με Χαρμίδης, ὢν μὲν ἀνεψιός, ἡλικιώτης δὲ καὶ συνεκτραφεὶς ἐν τῇ οἰκίᾳ τῇ ἡμετέρᾳ ἐκ παιδός, ὅτι
Ἀνδοκίδη, τῶν μὲν παρόντων κακῶν ὁρᾷς τὸ μέγεθος, ἐγὼ δʼ ἐν μὲν τῷ παρελθόντι χρόνῳ οὐδὲν ἐδεόμην λέγειν οὐδέ σε λυπεῖν, νῦν δὲ ἀναγκάζομαι διὰ τὴν παροῦσαν ἡμῖν συμφοράν. οἷς γὰρ ἐχρῶ καὶ οἷς συνῆσθα ἄνευ ἡμῶν τῶν συγγενῶν, οὗτοι ἐπὶ ταῖς αἰτίαις διʼ ἃς ἡμεῖς ἀπολλύμεθα οἱ μὲν αὐτῶν τεθνᾶσιν, οἱ δὲ οἴχονται φεύγοντες,
σφῶν αὐτῶν καταγνόντες ἀδικεῖν[*](Habet A lacunam duodecim litterarum post ἀδικεῖν. τούτων τοίνυν add. Sauppe, ἀλλὰ δέομαι σοῦ Reiske.) . . . εἰ ἤκουσάς τι τούτου τοῦ πράγματος τοῦ γενομένου, εἰπέ, καὶ πρῶτον μὲν σεαυτὸν σῷσον, εἶτα δὲ τὸν πατέρα, ὃν εἰκός ἐστί σε μάλιστα φιλεῖν, εἶτα δὲ τὸν κηδεστὴν ὃς ἔχει σου τὴν ἀδελφὴν ἥπερ σοι μόνη ἐστίν, ἔπειτα δὲ τοὺς ἄλλους συγγενεῖς καὶ ἀναγκαίους τοσούτους ὄντας, ἔτι δὲ ἐμέ, ὃς ἐν ἅπαντι τῷ βίῳ ἠνίασα μέν σε οὐδὲν πώποτε, προθυμότατος δὲ εἰς σὲ καὶ τὰ σὰ πράγματά εἰμι, ὅ τι ἂν δέῃ[*](δέῃ Bekker: δέοι codd.) ποιεῖν.
λέγοντος δέ, ὦ ἄνδρες, Χαρμίδου ταῦτα, ἀντιβολούντων δὲ τῶν ἄλλων καὶ ἱκετεύοντος ἑνὸς ἑκάστου, ἐνεθυμήθην πρὸς ἐμαυτόν, ὢ πάντων ἐγὼ δεινοτάτῃ συμφορᾷ περιπεσών, πότερα περιίδω τοὺς ἐμαυτοῦ συγγενεῖς ἀπολλυμένους ἀδίκως, καὶ αὐτούς τε ἀποθανόντας καὶ τὰ χρήματα αὐτῶν δημευθέντα, πρὸς δὲ τούτοις ἀναγραφέντας ἐν στήλαις ὡς ὄντας ἀλιτηρίους τῶν θεῶν τοὺς οὐδενὸς αἰτίους τῶν γεγενημένων, ἔτι δὲ τριακοσίους Ἀθηναίων μέλλοντας ἀδίκως ἀπολεῖσθαι,[*](ἀπολεῖσθαι Stephanus: ἀπολέσθαι codd.) τὴν δὲ πόλιν ἐν κακοῖς οὖσαν τοῖς μεγίστοις καὶ ὑποψίαν εἰς ἀλλήλους ἔχοντας, ἢ εἴπω Ἀθηναίοις ἅπερ ἤκουσα Εὐφιλήτου αὐτοῦ τοῦ ποιήσαντος;
ἔτι δὲ ἐπὶ τούτοις καὶ τόδε ἐνεθυμήθην, ὦ ἄνδρες, καὶ ἐλογιζόμην πρὸς ἐμαυτὸν τοὺς ἐξημαρτηκότας καὶ τὸ ἔργον εἰργασμένους, ὅτι οἱ μὲν αὐτῶν ἤδη ἐτέθνασαν ὑπὸ Τεύκρου μηνυθέντες, οἱ δὲ φεύγοντες ᾤχοντο καὶ αὐτῶν θάνατος κατέγνωστο, τέτταρες δὲ ἦσαν ὑπόλοιποι οἳ οὐκ ἐμηνύθησαν ὑπὸ Τεύκρου τῶν πεποιηκότων, Παναίτιος, Χαιρέδημος, διάκριτος, Λυσίστρατος·
οὓς εἰκὸς ἦν ἁπάντων μάλιστα δοκεῖν εἶναι τούτων τῶν ἀνδρῶν οὓς ἐμήνυσε Διοκλείδης, φίλους ὄντας τῶν ἀπολωλότων ἤδη. καὶ τοῖς μὲν οὐδέπω βέβαιος ἦν ἡ σωτηρία, τοῖς δὲ ἐμοῖς οἰκείοις φανερὸς ὁ[*](ὁ add. Reiske.) ὄλεθρος, εἰ μή τις ἐρεῖ Ἀθηναίοις τὰ γενόμενα. ἐδόκει οὖν μοι κρεῖττον εἶναι τέτταρας ἄνδρας ἀποστερῆσαι τῆς πατρίδος δικαίως, οἳ νῦν ζῶσι καὶ κατεληλύθασι καὶ ἔχουσι τὰ σφέτερα αὐτῶν, ἢ ἐκείνους ἀποθανόντας ἀδίκως περιιδεῖν.
εἰ οὖν τινι ὑμῶν, ὦ ἄνδρες, ἢ[*](ἢ add. Sluiter.) τῶν ἄλλων πολιτῶν γνώμη τοιαύτη παρειστήκει πρότερον περὶ ἐμοῦ, ὡς ἄρα ἐγὼ ἐμήνυσα κατὰ τῶν ἑταίρων τῶν ἐμαυτοῦ, ὅπως ἐκεῖνοι μὲν ἀπόλοιντο, ἐγὼ δὲ σωθείην — ἃ ἐλογοποίουν οἱ ἐχθροὶ περὶ ἐμοῦ, βουλόμενοι διαβάλλειν με — σκοπεῖσθε ἐξ αὐτῶν τῶν γεγενημένων.
νῦν γὰρ ἐμὲ μὲν λόγον δεῖ δοῦναι[*](δεῖ δοῦναι Dobree: διδόναι codd.) τῶν ἐμοὶ πεπραγμένων μετὰ τῆς ἀληθείας, αὐτῶν παρόντων οἵπερ ἥμαρτον καὶ ἔφυγον ταῦτα ποιήσαντες, ἴσασι δὲ ἄριστα εἴτε ψεύδομαι εἴτε ἀληθῆ λέγω, ἔξεστι δὲ αὐτοῖς ἐλέγχειν με ἐν τῷ ἐμῷ λόγῳ· ἐγὼ γὰρ ἐφίημι· ὑμᾶς δὲ δεῖ μαθεῖν τὰ γενόμενα.
ἐμοὶ γάρ, ὦ ἄνδρες, τοῦδε τοῦ ἀγῶνος τοῦτʼ ἔστι μέγιστον, σωθέντι μὴ δοκεῖν κακῷ εἶναι, ἀλλὰ πρῶτον μὲν ὑμᾶς,[*](Nonnihil excidisse videtur. ἀλλὰ πρῶτον μὲν ὑμᾶς add. Blass: alii alia.) εἶτα δὲ καὶ τοὺς ἄλλους ἅπαντας μαθεῖν ὅτι οὔτε μετὰ κακίας οὔτε μετʼ ἀνανδρίας οὐδεμιᾶς τῶν γεγενημένων πέπρακται ὑπʼ ἐμοῦ οὐδέν, ἀλλὰ διὰ συμφορὰν γεγενημένην μάλιστα μὲν τῇ πόλει, εἶτα δὲ[*](δὲ add. Reiske: lacunam duarum litterarum habent codd.) καὶ ἡμῖν, εἶπον δὲ ἃ ἤκουσα Εὐφιλήτου προνοίᾳ μὲν τῶν συγγενῶν καὶ τῶν φίλων, προνοίᾳ δὲ τῆς πόλεως ἁπάσης, μετʼ ἀρετῆς ἀλλʼ οὐ μετὰ κακίας, ὡς ἐγὼ νομίζω. εἰ οὖν οὕτως ἔχει ταῦτα, σῴζεσθαί τε ἀξιῶ καὶ δοκεῖν ὑμῖν εἶναι μὴ κακός.
φέρε δή — χρὴ γάρ, ὦ ἄνδρες, ἀνθρωπίνως περὶ τῶν πραγμάτων ἐκλογίξεσθαι, ὥσπερ ἂν αὐτὸν ὄντα ἐν τῇ συμφορᾷ — τί ἂν ὑμῶν ἕκαστος ἐποίησεν; εἰ μὲν γὰρ ἦν δυοῖν τὸ ἕτερον ἑλέσθαι, ἢ καλῶς ἀπολέσθαι ἢ αἰσχρῶς σωθῆναι, ἔχοι ἄν τις εἰπεῖν κακίαν εἶναι τὰ γενόμενα[*](γενόμενα Reiske: λεγόμενα codd.)· καίτοι πολλοὶ ἂν καὶ τοῦτο εἵλοντο, τὸ ζῆν περὶ πλείονος ποιησάμενοι τοῦ καλῶς ἀποθανεῖν·
ὅπου δὲ τούτων τὸ ἐναντιώτατον ἦν, σιωπήσαντι μὲν αὐτῷ τε αἴσχιστα ἀπολέσθαι μηδὲν ἀσεβήσαντι, ἔτι δὲ τὸν πατέρα περιιδεῖν ἀπολόμενον καὶ τὸν κηδεστὴν καὶ τοὺς συγγενεῖς καὶ ἀνεψιοὺς τοσούτους, οὓς οὐδεὶς ἄλλος ἀπώλλυεν ἢ ἐγὼ μὴ εἰπὼν ὡς ἕτεροι ἥμαρτον. Διοκλείδης μὲν γὰρ ψευσάμενος ἔδησεν αὐτούς, σωτηρία δὲ αὐτῶν ἄλλη οὐδεμία ἦν ἢ πυθέσθαι Ἀθηναίους πάντα τὰ πραχθέντα· φονεὺς οὖν αὐτῶν ἐγιγνόμην ἐγὼ μὴ εἰπὼν ὑμῖν ἃ ἤκουσα. ἔτι δὲ τριακοσίους Ἀθηναίων ἀπώλλυον, καὶ ἡ πόλις ἐν κακοῖς τοῖς μεγίστοις ἐγίγνετο.
ταῦτα μὲν οὖν ἦν ἐμοῦ μὴ εἰπόντος· εἰπὼν δὲ τὰ ὄντα αὐτός τε ἐσῳζόμην καὶ τὸν πατέρα ἔσῳζον καὶ τοὺς ἄλλους συγγενεῖς, καὶ τὴν πόλιν ἐκ φόβου καὶ κακῶν τῶν μεγίστων ἀπήλλαττον. φυγάδες δὲ διʼ ἐμὲ τέτταρες ἄνδρες ἐγίγνοντο, οἵπερ καὶ ἥμαρτον· τῶν δʼ ἄλλων, οἳ πρότερον[*](τῶν δʼ ἄλλων, οἳ πρότερον Dobree: τῶν δʼ ἄλλων οἱ λοιποὶ πρότερον codd.) ὑπὸ Τεύκρου ἐμηνύθησαν, οὔτε δήπου οἱ τεθνεῶτες διʼ ἐμὲ μᾶλλον ἐτέθνασαν, οὔτε οἱ φεύγοντες μᾶλλον ἔφευγον.
ταῦτα δὲ πάντα σκοπῶν ηὕρισκον, ὦ ἄνδρες, τῶν παρόντων κακῶν ταῦτα ἐλάχιστα εἶναι, εἰπεῖν τὰ γενόμενα ὡς τάχιστα καὶ ἐλέγξαι Διοκλείδην ψευσάμενον, καὶ τιμωρήσασθαι ἐκεῖνον, ὃς ἡμᾶς μὲν ἀπώλλυεν ἀδίκως, τὴν δὲ πόλιν ἐξηπάτα, ταῦτα δὲ ποιῶν μέγιστος εὐεργέτης ἐδόκει εἶναι καὶ χρήματα ἐλάμβανε.