Epistolae

Aeschines

Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.

Σύ μὲν οὐδέπω καὶ νῦν ἀφῖξαι πρὸς ἡμᾶς, ἀλλὰ καὶ νόσους καὶ δίκας καὶ πάντα μᾶλλον τοῦ μὴ βούλεσθαι ἐλθεῖν πρὸς ἡμᾶς σιτία· Νικίας δὲ ἀφῖκται πάλαι καὶ Ἀνδρωνίδας. εἶ μὲν οὗν νῦν γε σύν Φιλίνῳ (πυνθάνομαι γὰρ αὐτὸν ἐξιέναι) διέγνωκας ἀφικνεῖσθαι πρὸς ἡμᾶς, τάχʼ ἂν εἴη σοι ἔτι ἀπολογία καὶ λυθείη ὁ πόλεμος· εἰ δὲ οὐδὲ σύν ἐκείνῳ διέγνωκας ἐξιέναι, σύ μὲν ἐπιστελεῖς διὰ παντὸς ἡμῖν ἀφίξεσθαι πρὸς ἡμᾶς, ἐγὼ δὲ ἅπαξ ἀνιάσομαι.

Περαιωθεὶς ἐπὶ Φύσκον, ἡσυχάσας ἐκείνην τὴν ἡμέραν, οὐχ ὑπʼ ἀργίας, ἀλλὰ μηκυνεῖν ἔδοξεν ἡ περὶ τὸ ἄσθμα νόσος, ὡς τὴν νύκτα ἐνέδωκε καὶ ῥᾴων ἐγενόμην, βαδίσας εἰς τὴν ʼʼΑμὸν ἐπεῖδον τὰ χωρία. καί μοι ἔδοξε καλὰ μὲν ἄλλως καὶ ποικίλα εἶναι τὰ χωρία (καὶ γὰρ ἐλαιῶν φυτὰ ἥν πολλὰ καὶ ἄμπελοι συχναὶ καὶ σπόριμα πλείονα καὶ νομαὶ καλαί), ἐπαύλιον δὲ οὐδὲ μέτριον, ἀλλὰ πάντα ἐρείπια.

ἐδέξατο δʼ ἡμᾶς ὁ Μυωνίδης φιλανθρώπως σφόδρα. τὰ μέντοι χωρία δυοῖν ταλάντων ἐπριάμην, καὶ νῦν ἐπαύλιόν τι μηχανῶμαι τοιοῦτον, οἷον ἂν μηχανῴμην ἐγὼ κεκτημένος βραχέα καὶ μέλλων ὅμως οἰκεῖν ἐνθάδε, μὰ τοὺς

θεοὺς οὐχ ἡδέως στερόμενος τῆς ἐμαυτοῦ πόλεως, καὶ μάλιστα τοιαύτης, ἐν δύναιτο ἄν τις ἧττον ἀλγεῖν ὑπολαμβάνων οἰκεῖν. ἔρρωσο.

Ὁ δὴ Κίμων οἷα κατὰ πόλιν ἑκάστην καὶ αἰγιαλὸν ἡμᾶς δέδρακεν, οὐκ ἔθους, οὐ νόμου φειδόμενος οὐδενός. κατὰ θέαν εἰς ʼʼΙλιον ἀφικόμην τῆς τε γῆς καὶ θαλάττης. καὶ ἂ μὲν εἶδον αὐτόθι, γράφειν ἐπεὶ δοκεῖ ὕλην ἀφθονον ἔχειν, σιωπήσω· δέδοικα γάρ, μὴ ποιητικῆς λαβόμενος φλυαρίας ἀπειροκαλεύεσθαι δόξω. τὰ δὲ Κίμωνος ἔργα καὶ τὴν ἀκρασίαν, οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαἰ, δυναίμην ἂν ἀρκέσαι λέγων.

διατριβόντων γὰρ ἡμῶν πολλὰς ἡμέρας ἐν Ἰλίῳ καὶ μὴ πληρουμένων τῆς θέας τῶν τάφων (ἦν δέ μοι γνώμη μένειν, ἕως ἅπαντα ἐπεξέλθω τὰ ἐν τῇ Ἰλιάδι ἔπη πρὸς αὐτοῖς ἑκάστοις, ὑπὲρ ὧν τὰ ἔπη ἐστὶ γιγνόμενα), ἐμπίπτει ἡμέρα, ἐν ᾗ πειρῶνται τοὺς γάμους οἱ Ἰλιεῖς τῶν θυγατέρων, ὅσων ἐπιτρέπει ποιεῖν ἡ ὥρα.