Epistolae

Aeschines

Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.

οὐ γὰρ πολιτεύεται. καὶ ὅσον γʼ ἐπὶ Κλεοκράτει, οὐδεμιᾶς πόλεως ἄλλης οὐδὲ ἀνθρώπων ἐπιθυμῶ, ἀλλὰ καὶ σφόδρα ἀσμενίζω τῇ συμφορᾷ, καὶ ἀρχὴ δοκεῖ μοι τοῦ βίου ἡ ἀπαλλαγὴ τῆς αὐτόθι πολιτείας. καὶ ὁτὲ μὲν ὑπεραγαπῶ τὰ παρόντα, καὶ ὅπερ φασὶ Σοφοκλέα ἤδη γέροντα ὑπὲρ ἄλλης ἡδονῆς εἰπεῖν, ὥσπερ κυνὸς λυττώσης ἀπηλλάχθαι ποτὲ τῆς τοῦ πολιτεύεσθαι ἡδονῆς δοκῶ, καὶ ὅταν ὁ νοῦς ἐπικρατῇ, τρισευδαίμων ἔγωγε ἐμαυτῷ τῆς φυγῆς, ἤν

φεύγω, φαίνομαι·

ὅταν δʼ αὖ πάλιν ὑπέλθῃ με λογισμός τε καὶ μνήμη τῶν αὐτόθι, οὐχ ἑταίρων μόνον, ἀλλὰ καὶ συγγενῶν καὶ ἐκκλησίας καὶ Κολλυτοῦ, ἐν ᾧ πέντε καὶ τετταράκοντα ἔτη ῷκησα, καὶ τοῦ Ἁλῆσι χωρίου καὶ τῶν ἐκεῖ μοι μετὰ σοῦ καὶ φιλίνου διατριβῶν γενομένων, μεταρρεῖ ἅπαν τὸ αἷμα ἄλλοσέ ποι τῶν σπλάγχνων πάλιν, καί μοι δήποτε καὶ λοιδορίαι, αἷς ἐλοιδορούμην ὑπὸ Δημοσθένους, ἥδισται δοκοῦσι, καὶ σκώμματα, ἐφʼ οἷς οὐδεὶς ἔξω Κτησιφῶντος ἐγέλασε πώποτε.

ἀλλὰ γὰρ ἄλις μὲν ῆδη δακρύων, σύ δʼ εὐτυχοίης, καὶ μὴ μόνον πολιτείαν ἄπασαν, ἀλλὰ καὶ Λεπτίνην φεῦγε, ὅτι πρὸς ἡμᾶς ἔχει φιλαπεχθημόνως, καὶ ὅτι τἄλλα τοιοῦτός ἐστιν, ὅτου περιεῖναι μὲν μηδενὸς λαμπρότερον, ἡττᾶσθαι δὲ ἀδοξότατον. καὶ μάλιστα μὲν παραινῶ, φεῦγε τὰς μετʼ αὐτοῦ διατριβάς· εἰ δʼ αὗ συνέλθοις ἐκ τύχης καὶ καθʼ ἡμῶν λέγοι τι, πειρῶ σιωπᾶν, ἂν ἰσχύῃς, καὶ γελᾶν.

ἀλλʼ ὁ μὲν δίδωσιν ἀποχρῶσαν δίκην τῷ πᾶσιν ἀνθρώποις καὶ γέλωτος εἶναι δοκεῖν ἄμα καὶ μίσους ἄξιος· σύ δέ, εἰ μὴ πάνυ φοβῇ τὴν θάλατταν, ἀφίκοιο παρʼ ἡμᾶς ποτε, καὶ παρασχών σαυτὸν ἰδεῖν ἡμῖν ἐπανίοις πάλιν.

AΙΣΧΙΝΗΣ ΦΙΛΟΚΡΑΤΕΙ.

Ἀρίστων οὗτος, ὁ κομίζων σοι τὴν ἐπιστολήν, ὁ πρῶτός ἐστιν ἡμᾶς ὑποδεξάμενος ἐν Ῥόδῳ. πέπλευκε δὲ Ἀθήναζε κατὰ χρείαν κηδεστοῦ γέροντος, ἀργύριον εσπράξων παρὰ τοῦ τραπεζίτου Χαρμόλα. σκόπει οὖν, ὅπως αὐτὸν ὑποδέξῃ φιλοφρόνως (ἔστι δὲ κομιδῆ εὐτελὴς τὴν δίαιταν καὶ πρέπων ἡμῖν, ὡ Αθηναῖοι) καὶ τὰ ἄλλα συμπράξεις, ὡς μάθῃ, ὅτι οὐ παντελῶς ἔρημον φίλων ὑπέλαβεν, ἀλλʼ ἔστι τις Ἀθήνησιν Αἰσχίνου μνήμη καὶ λόγος.