Epistolae

Aeschines

Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.

ΤΗΙ ΒΟΥΛΗΙ ΚΑΙ ΔΗΜΩΙ TΩΙ AΘΗΝΑΙΩΝ.

Τὰ μὲν ἄλλα δεῖν ὑμῖν ἐπιστέλλειν, περὶ ὧν ἐβουλόμην, καὶ πρότερον ᾠόμην (οὐ γὰρ ἀφῃρῆσθαί γε

|τοῦτο τῶν ἀτυχησάντων παρʼ ὑμῖν ὑπελάμβανον) συμβουλεύειν δὲ καὶ πολυπραγμονεῖν οὐ μικρᾶς ἔμοιγε ἀκρασίας ἐφαίνετο ἔργον εἶναι, δεδωκότι τηλικαύτην δίκην τοῦ πολιτεύεσθαι, πλὴν εἴ τι δέοι καλούντων ὑμῶν·

ἄλλως δὲ μηδʼ ἰδίᾳ τισὶ τὤν ἐπιτηδείων, οὐχ ὅτι πόλει, συμβουλεύειν προσήκειν ᾠόμην. ὑμῖν δὲ ἑώρων ἄλλους καὶ λέγειν καὶ πράττειν δυναμένους τὰ κοινά· κατέλιπον γὰρ οὐκ ὀλίγους. ἐπεὶ δὲ οἰ μὲν τεθνᾶσι, πολλοὶ δὲ ἠτυχύκασιν ὥσπερ ἐγώ, περιέστηκε δὲ ἡ πόλις εἰς ἐρημίαν τῶν πολιτευομένων, ἀκούω δὲ τοὺς μὲν αὐτοῦ παρόντας, τοὺς δὲ καὶ διʼ ἐπιστολῶν κινεῖν τι τῶν τῆς πόλεως πραγμάτων, ἕτοιμος ἤδη τὰ δοκοῦντα τῇ πόλει συμφέρειν, ὡς μόνως ἔξεστίν μοι, διʼ ἐπιστολῶν λέγειν.

εἰ δὲ καὶ νῦν τὰ Μακεδόνων φρονεῖν ἐροῦσί με, καὶ παραπρεσβείας πάλιν γράψονταί τινες ἀπόντα με δίκην ἢ προδοσίας τῆς Ἑλλάδος, ἕτοιμος ἤδη καὶ Ῥόδου καὶ γῆς ἀπάσης Ἑλληνίδος πρόσω φεύγειν, ἐὰν βούλωνται, καὶ πρὸς τὸς ἐν Πέρσαῖς ἄπειμι καὶ Μήδοις βασιλέα. καίτοι τὰ Περσῶν με καὶ Μήδων οὐδεὶς ἔφη ποτὲ φρονεῖν, καὶ πάντων ἤκιστα Δημοσθένης. ἀλλʼ οὐδʼ ἐκεῖ παύσομαι γράφων, ἂ τῇ πόλει δόξω συμφέρειν, οὐ χαριζόμενος ὑμῖν

μετὰ τοῦ δοκεῖν ἐπιπλήττειν, ὥσπερ ἄλλοι τινές, ἀλλʼ ἐλευθέρως νουθετῶν.

εὗ γὰρ εἰδέναι χρή, ὅτι τῶν πολιτευομένων οἷ μᾶλλον ἐπιπλήττειν ἢ χαρίζεσθαι θέλοντες ὑμῖν δοκεῖν, οὗτοι καὶ μάλιστα πρὸς ἡδονὴν λέγουσι, τὴν ὑπὸ προσχήματι τῆς παρρησίας ὁδὸν τοῦ κολακεύειν ἑλόμενοι (καὶ γὰρ αὕτη τίς ἐστιν τοῦ χαρίζεσθαι πολίταις καὶ ἡγεμόσι πολὺ κακουργοτέρα προαίρεσις)· ἢν βαδίζοντές τινες Ἀθήνησι καὶ περιόντος ἐμοῦ παρʼ ὑμῖν (οὕτω γάρ με χρὴ λέγειν), καὶ νῦν, ὅσον ἐφʼ ὑμῖν, τεθνεῶτος, αἰτιῶνται μὲν ὑμῶν τὴν ὀλιγωρίαν ὡς οὐκ ἐθελόντων ἄρχειν τῆς Ἑλλάδος, προτρέπονται δὲ ἐπὶ τὴν ἡγεμονίαν ὡς δυναμένους.

ὑμεῖς δὲ μετὰ τοῦ δοκεῖν ἀργοὶ γεγονέναι δύνασθαι τῶν Ἐλλήνων ἄρχειν νομίζεσθαι θέλετε μᾶλλον, ἢ μετὰ τοῦ μένειν ὑμῶν τὰς προθυμίας ἐνδεῖσθαι τῆς δυνάμεως. πυνθάνομαι γὰρ τελευτήσαντος Ἀλεξάνδρου προτρέπειν τινὰς ὑμᾶς καινοτέρων ἄπτεσθαι πραγμάτων· ἐγὼ δʼ ἐβουλόμην ἂν ταὐτὰ συμβουλεύειν ὑμῖν μετὰ τοῦ ταῦτα συμφέρειν.

οὐ γὰρ ἠγνόουν μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεούς, ὅτι λαμπρόν ἐστιν τὸ τοῖς μὲν βαρβάροις πολεμεῖν, τοὺς δὲ `´Ελληνας ἐλευθεροῦν, καὶ ταῦτά γε καὶ τοὺς πατέρας ἡμῶν προελομένους· ἀλλʼ εἰς μὲν τὸ

βούλεσθαι τὰ κράτιστα τὴν γνώμην οὗσαν ἱκανήν, εἰς δὲ τὸ δύνασθαι καὶ τύχης ἀγαθῆς ὑμᾶς δεομένους.

προσήκειν οὖν μεμνῆσθαι καὶ ὑμᾶς ὑπελάμβανον, ὅτι Ἀθηναίοις μὲν ἐπιστέλλομεν, Ἀθηναίοις δὲ οὐκ ἐν οἷς Θεμιστοκλῆς ἐπολιτεύσατο, ἀλλʼ οἵ τὰς μὲν γνώμας καὶ τὰς νήσας ἐκείνων εἰσί, τὰς μέντοι πρὸς τοὺς πολέμους ἀφορμὰς οὐχ ὁμοίας ἔχουσιν. ἐπεὶ δότωσαν μὲν ἡμῖν τριακοσίας τριήρεις οἷ τὰ τῆς `Ελλαδος ἄξια γράφοντες ἡμῖν, δότωσαν  δὲτρισμύρια τάλαντα ἀργυρίου καὶ χρυσίου ἀπέφθου δισχίλια, δότωσαν δὲ ἀνδρῶν ἐν ἥβῃ τοσοῦτο πλῆθος, ἤδη γεγυμνασμένων ἐν ὅπλοις· καὶ μηκέτι συμβουλευέτωσαν·

αὐτοὶ γὰρ εἰδήσομεν ἄ χρὴ πράττειν, δυνάμενοι τὰ δόξαντα πράττειν. μηδὲ ῥαψῳδείτωσαν μάτην ἐπαινοῦντες ἡμῶν τοὺς προγόνους τε καὶ τὴν χώραν, ὅτι ἐγένοντο ἐν αὐτῇ καὶ ὑπὲρ αὐτῆς ήγωνίζοντο οἷ θεοί· ἐπεὶ πύθεσθε αὐτῶν, τί ἔν τη περὶ Χαιρώνειαν μάχῃ τὴν πόλιν ὥνησε τὴν Ἀθηναίων, ὅτι Ἄρης πρὸς Ποσειδῶνα ὑπὲρ Ἁλιρροθίου ἐν Ἀρείῳ πάγῳ ἐκρίθη.

ἀλλʼ εἰ πρὸς Ἀντίπατρον, ἢ ὅστις ἄλλος Μακεδόνων βασιλεύς, ἴκανοί ἐσμεν ἀγωνίσασθαι, τοῦτο χρὴ σκοβούλεσθαι

πεῖν· κἂν ἱκανοὶ ὧμεν, ἀγαθῇ τύχῃ ἀναλαβόντες τὰ ὅπλα εὐθέως ἐλευθερῶμεν τοὺς Ἕλληνας. εἰ δὲ τούτου μὲν ὀλιγωρήσομεν, κολακευόμενοι δὲ ἡσθησόμεθα, πῶς οὐ μετὰ τοῦ δοκεῖν ἑαυτοῖς αἴτιοι γεγονέναι τῶν συμφορῶν, ὅ μόνον οὐδὲ παραμυθίαν ἔχει τοῖς κακῶς πράττουσιν, ἀτυχήσομεν;

ἔστιν δὲ καὶ πόλεως καὶ ἀνδρὸς εὗ φρονοῦντος ἔργον, ἀεὶ πρὸς τὰς παρούσας ἀφορμὰς ὑπὲρ τῶν παρόντων βουλεύσασθαι· τὸ δὲ τὴν μὲν τόλμαν εἰς τὰ πράγματα, οἷς ἐπιχειρεῖ τις, ἐκ τῆς πρόσθεν ἰσχύος ἔχειν, τὴν δὲ ἰσχὺν πάλαι ποτʼ ἐσχηκέναι μεγάλην, ὅμοιά γε φαίνεται, ὥσπερ ἂν εἴ τις λυμπίασι νικήσας πολλάκις ὕστερον γέρων ὢν ἀπογρά(ψοιτο ἔτι καὶ προκαλοῖτο τοὺς ἀντιπάλους, ἀναμιμνῇσκόμενος ἧς ἔσχηκεν, οὐχὶ τῆς παρούσης, δυνάμεως.

ἄξιον δὲ καὶ ἄ λέγειν αὐτοὺς πυνθάνομαι λογίσασθαι μεθʼ ὑμῶν, ὡς καινὰ καὶ θαυμαστὸν ὅσον εἰς ἂ βούλονται πρᾶξαι συλλαβεῖν δυνάμενα, φάσκοντας δεῖν ὑμᾶς ὁμονοεῖν, ὥσπερ ὑμᾶς οὐκ ἐπισταμένους, ὅτι τοῦτο μὲν πάσῃ πόλει, καὶ πολεμεῖν καὶ εἰρήνην ἄγειν βουλουμένῃ, κράτιστόν ἐστιν.

δεῖ δὲ οὐ τοῦτο σκοπεῖν, εἰ ὁμονοητέον ὑμῖν πολεμοῦσιν ὑπὲρ τῶν Ἑλλήνων· ὁμονοητέον γὰρ καὶ πολεμοῦσι καὶ μὴ παντὸς εἵνεκα· ἀλλʼ εἰ βουλομένοις πολεμεῖν καὶ ὁμοκἂν

νοεῖν, ὡς ἴσμεν ἄπαντες, αὐτάρκης ἐστὶν ἡ δύναμις. ἕως δʼ ἂν μήτε στρατιάς, ἄς πολεμοῦντες ἕξομεν, μήτε χρημάτων πόρους δεικνύωσιν, ἀλλὰ τὴν Ἀθηνᾶν ἔγγυον διδῶσι τοῦ πολέμου, μηδὲν Δημοσθένους διαφέρειν αὐτοὺς αὐτίκα νομίζετε.

ἀλλʼ ἐκεῖνον μέν, ὥσπερ ἥν ἄξιος παραπλὴξ τὴν διάνοιαν ὥν, κατελύσατε εἰκότως· τούτοις δὲ ἀποχρησάτω μηδὲν παθεῖν κακὸν παραδόξους λόγους μελετῶσι, καὶ μηδὲ λείψανον ἐῶσιν ἡμῖν τι τῶν πραγμάτων, ἀλλὰ καὶ τούτων φθονοῦσι, πράττειν δʼ ἀεὶ βουλομένοις, ἕως ἂν τὸ Θηβαίων πολιτεύσωνται πολίτευμα, μηλόβοτον ἡμῶν γενέσθαι τὴν χώραν καὶ κατασκαφῆναι τὴν πόλιν ἀναγκάσαντες. οὐ γάρ, εἰ κακῶς ἔχει τὰ πράγματα, διὰ τοῦτο οὐδέν, ὅπως μὴ χεῖρον ἔξει, φροντιστέον.