Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. νόσφι τριχὸς φορέει, τὸ δʼ ἄρʼ ἡμιτέλεστον ἀέξει,
  2. ἄλλο δʼ ἄναρθρον ἔχει θορόεν βρέφος ὠπήσασθαι·
  3. ἑξείης τίκτει δέ, καὶ οὔποτε θῆλυς ἀναιδὴς
  4. λήθετο μαχλοσύνης· τελέει δʼ ὅσα θυμὸς ἀνώγει,
  5. οὐδʼ αὐταῖς ὠδῖσιν ἀνηναμένη Κυθέρειαν.
  1. εἴδεα μὲν τόσα θηρσί, τόσαι δʼ ἀνὰ δάσκιον ὕλην
  2. νυμφίδιοι φιλότητες ὁμήθειαί τε πέλονται
  3. ἔχθεά τε κρυεροί τε μόθοι νόμιοί τε χαμεῦναι.
  4. τλησιπόνων δʼ ἀνδρῶν χρέος ἄπλετον ἀείδωμεν,
  5. ἀμφότερον κρατερόν τε μένος καὶ ἐπίφρονα βουλὴν
  6. κέρδεά τʼ αἰολόβουλα πολυφράστοις τε δόλοισι
  7. φραξαμένην κραδίην· ἦ γάρ τε πρὸς ἄγρια φῦλα
  8. μάρναται, οἷσι θεὸς σθένος ὤπασε καὶ μένος ἠῢ
  9. καὶ φρένας οὐδʼ αὐτῶν πολὺ μείονας ἀγρευτήρων.
  10. ἤθεα[*](εἴδεα Brunck.) πολλὰ πέλει κλειτῆς πολυαρκέος[*](πολυάρκυος or πολυερκέος Brodaeus.) ἄγρης,
  11. ἄρμενα καὶ θήρεσσι καὶ ἔθνεσιν ἠδὲ χαράδραις,
  12. μυρία· τίς κεν ἅπαντα μιῇ φρενὶ χωρήσειεν
  13. εἰπέμεναι κατὰ μοῖραν ὑπʼ εὐκελάδοισιν ἀοιδαῖς;
  14. τίς δʼ ἂν πάντʼ ἐσίδοι; τίς δʼ ἄν τόσον ὠπήσαιτο
  15. θνητὸς ἐών; μοῦνοι δὲ θεοὶ ῥέα πάνθʼ ὁρόωσιν.