Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οὐ παῖδας τήρησε φίλους γλυκεροῖσι τοκεῦσιν,
  2. οὐχ ἑτάρους πηούς τε μολών, οὐκ οἶδεν ὁμαίμους,
  3. ὁππόταν ἀργαλέος τε καὶ ἄσπετος ἀντιβολήσῃ.
  4. κεῖνος καὶ προπάροιθεν ἑοῖσιν ἐφώπλισε παισὶν
  5. αὐτοὺς ἡμιθέους καὶ ἀμύμονας ἡμιθεαίνας,
  6. Αἰγείδην Θησῆα καὶ Αἰολίδην Ἀθάμαντα,
  7. Ἀτθίδα καὶ Πρόκνην καὶ Θρηϊκίην Φιλομήλην
  8. Κολχίδα τε Μήδειαν ἀρίζηλόν τε Θεμιστώ.
  9. ἀλλʼ ἔμπης μετὰ φῦλον ἐφημερίων ἀλεγεινῶν
  10. θηρσὶ Θυεστείην ὀλοὴν παρέθηκε τράπεζαν.
  11. ἔστι δʼ ἐϋκρήμνοις ἐπὶ τέρμασιν Αἰθιοπήων
  12. ἱππάγρων πολὺ φῦλον, ἀκαχμένον ἰοφόροισι
  13. δοιοῖς χαυλιόδουσι· ποδῶν γε μὲν οὐ μίαν ὁπλήν,
  14. χηλὴν δʼ αὖ φορέουσι διπλῆν, ἰκέλην ἐλάφοισι·
  15. χαίτη δʼ αὐχενίη μεσάτην ῥάχιν ἀμφιβεβῶσα
  16. οὐρὴν ἐς νεάτην μετανίσσεται· οὐδὲ βροτείην
  17. δουλοσύνην ἔτλη ποθʼ ὑπερφίαλον γένος αἰνόν·
  18. ἀλλʼ εἰ καί ποθʼ ἕλοιεν ἐϋστρέπτοισι βρόχοισιν
  19. ἵππαγρον δολίοισι λόχοις μελανόχροες Ἰνδοί,
  20. οὔτε βορὴν ἐθέλει μετὰ χείλεσιν αἶψα πάσασθαι