Cynegetica
Oppian of Apamea
Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- μείονες ἢ κατʼ ἐκεῖνο δέμας, μεγάλοι περ ἐόντες.
- τῶν δʼ ἤτοι μεσσηγὺς ὑπεκπροθέει μεγάλη ῥίς,
- λεπτή τε σκολιή τε, προβοσκίδα τὴν καλέουσι.
- κείνη θηρὸς ἔφυ παλάμη· κείνῃ τὰ θέλουσι
- ῥηϊδίως ἔρδουσι. ποδῶν γε μὲν οὐκ ἴσα μέτρα·
- ὑψόθι γὰρ οἱ πρόσθε πολὺ πλέον ἀείρονται.
- ῥινὸς δʼ αὖτε δέμας δυσπαίπαλος ἀμφιβέβηκεν,
- ἄσχιστος κρατερός τε, τὸν οὔ κε μάλʼ οὐδὲ κραταιὸς
- θηκτὸς πανδαμάτωρ τε διατμήξειε σίδηρος.
- θυμὸς ἀπειρέσιος πέλεται κατὰ δάσκιον ὕλην
- ἄγριος· ἐν δὲ βροτοῖς τιθασὸς μερόπεσσι τʼ ἐνηής.
- ἐν μὲν ἄρα χλοερῇσι πολυκνήμοισί τε βήσσαις
- καὶ φηγοὺς κοτίνους τε καὶ ὑψικάρηνα γένεθλα
- φοινίκων πρόρριζα κατὰ χθονὸς ἐξετάνυσσεν,
- ἐγχρίμψας θηκτῇσιν ἀπειρεσίαις γενύεσσιν·
- ὁππότε δʼ ἐν μερόπων βριαρῇσι πέλει παλάμῃσι,
- λήθετο μὲν θυμοῖο, λίπεν δέ μιν ἄγριον ἦτορ·
- ἔτλη καὶ ζεύγλην καὶ χείλεσι δέκτο χαλινὰ
- καὶ παῖδας νώτοισι φέρει σημάντορας ἔργων.
- φήμη δʼ ὡς ἐλέφαντες ἐπʼ ἀλλήλοις λαλέουσι,