Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τρηχυτάτῃ χαίτῃ δυσπαίπαλος, οὐκ ὀΐεσσι.
  2. τοίην που καὶ σοῦβος ἔχει ξανθωπὸν ἰδέσθαι
  3. χροιὴν μαρμαίρων, ἀτὰρ οὐκ ἔτι λαχνήεσσαν,
  4. οὐδὲ πάλιν πισύρεσσιν ἀρηραμένην κεράεσσιν,
  5. ἀλλὰ δυσὶ κρατεροῖς ὑπὲρ εὐρυτάτοιο μετώπου.
  6. ἀμφίβιος καὶ σοῦβος, ἐπεὶ κἀκεῖνος ὁδεύει·
  7. ὁππότε γὰρ ποτὶ βυσσὸν ἴῃ θοὰ κύματα τέμνων,
  8. δὴ τότε πουλὺς ὅμιλος ὁμαρτῇ ποντοπορεύων
  9. ἰχθυόεις ἕπεται, κατὰ δʼ ἅψεα λιχμάζονται,
  10. τερπόμενοι κερόεντι φίλῳ, τερενόχροϊ σούβῳ.
  11. ἔξοχα δʼ αὖ φάγροι τε καὶ οὐτιδανοὶ μελάνουροι
  12. καὶ ῥαφίδες τρίγλαι τε καὶ ἀστακοὶ ἀμφὶς ἕπονται.
  13. θάμβος ἔφυ τόδε, θάμβος ἀθέσφατον, ὁππότε θῆρας
  14. ἀλλοδαποὶ τείρουσι πόθοι καὶ ὑπείροχα φίλτρα.
  15. οὐ γὰρ ἐπʼ ἀλλήλοισι μόνον φιλότητος ἐΐσης
  16. θεσμὸν ἀναγκαῖον δῶκεν θεός, οὐδʼ ὅσον αὐτῶν
  17. φῦλον ἀναλδήσκειν αἰειγενέος βιότοιο.
  18. θαῦμα μὲν οὖν κἀκεῖνο δαμήμεναι ἄφρονα φῦλα
  19. ἅμμασιν ἱμερτοῖς καὶ ὁμόγνια φίλτρα δαῆναι
  20. καὶ πόθον οὐ νοέοντα ἐν ἀλλήλοισι κεράσσαι,