Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὀφρύας ἠδὲ μέτωπον ἐνιπρίουσι γένυσσιν,
  2. οἱ δʼ ἄρα λεπταλέην δειρὴν καὶ στέρνον ἔνερθε
  3. καὶ λαγόνας νηδύν τε διὰ στόμα δαιτρεύουσιν,
  4. ἄλλοι δʼ αὖθʼ ἑκάτερθε περὶ πλευρῇσιν ἔχονται,
  5. μηροὺς δʼ αὖθʼ ἕτεροι καὶ νῶτον ὕπερθε νέμονται,
  6. ἄλλος δʼ ἄλλοθεν ἐχθρὰ πεπαρμένος ᾐώρηται.
  7. αὐτὰρ ὁ παντοίῃσι περιπληθὴς ὀδύνῃσι
  8. πρῶτα μὲν ἐκφυγέειν ἐθέλει κραιπνοῖσι πόδεσσιν,
  9. ἀλλʼ οὐ κάρτος ἔχει· τοῖός μιν ἀθέσφατος ὄχλος
  10. αἰόλος ἀμφιέπει δυσπαίπαλος ἑρπηστήρων.
  11. δὴ τότε δὴ βαρύθων ἔστη κρατερῆς ὑπʼ ἀνάγκης,
  12. δάπτει δὲ στομάτεσσιν ἀπείριτα δήϊα φῦλα
  13. βεβρυχὼς ὀδύνῃσιν· ἐπιστροφάδην δʼ ἑκάτερθεν
  14. οὐδὲν ἀλευόμενον γένος ἑρπετόεν κεραΐζει.
  15. κεῖνοι δʼ οὐ μεθιᾶσι, διολλύμενοι δὲ μένουσιν,
  16. ἄτροπον ἦτορ ἔχοντες ἀναιδείῃσι νόοιο·
  17. καὶ τοὺς μὲν γενύεσσι διέσχισε, τοὺς δὲ πόδεοσι
  18. καὶ χηλῇσιν ὄλεσσε, ῥέει δʼ ἐπὶ γαῖαν ἀτέρμων
  19. ἰχὼρ αἱματόεις ὀφίων ἄπο· γυῖα δὲ θηρῶν
  20. ἅψεά θʼ ἡμίβρωτα κατὰ χθονὸς ἀσπαίρουσιν·