Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εἰ[*](εἰ] νῦν CFGI.) δʼ ἄγε μοι, Ζηνὸς θύγατερ, καλλίσφυρε Φοίβη,
  2. παρθένε χρυσομίτρη, δίδυμον γένος Ἀπόλλωνι,
  3. εἰπέμεναι μερόπων τίς ἀγασθενέων θʼ ἡρώων
  4. σῆς ἀπὸ χειρὸς ἄειρε μεγακλέα δήνεα θήρης.
  5. ἀμφὶ πόδας Φολόης ἀνεμώδεος ἄγρια φῦλα
  6. θηρομιγῆ, μερόπων μὲν ἐπʼ ἰξύας, ἰξυόφιν δὲ
  7. ἵππων ἡμιβρότων, ἐπιδόρπιον εὕρετο θήρην.
  8. ἐν μερόπεσσι δὲ πρῶτος ὁ Γοργόνος αὐχένʼ ἀμέρσας,[*](v. l. αὐχένα κόψας.)
  9. Ζηνὸς χρυσείοιο πάϊς κλυτός, εὕρετο Περσεύς·
  10. ἀλλὰ ποδῶν κραιπνῇσιν ἀειρόμενος πτερύγεσσι
  11. καὶ πτῶκας καὶ θῶας ἐλάζυτο καὶ γένος αἰγῶν
  12. ἀγροτέρων δόρκους τε θοοὺς ὀρύγων τε γένεθλα
  13. ἠδʼ αὐτῶν ἐλάφων στικτῶν αἰπεινὰ κάρηνα.
  14. ἱππαλέην δʼ ἄγρην ὁ φαεσφόρος εὕρετο Κάστωρ·
  15. καὶ τοὺς μὲν κατέπεφνεν ἐπίσκοπον ἰθὺς ἄκοντι
  16. βαλλόμενος, τοὺς δʼ αὖτε· θοοῖς ἵπποισιν ἐλαύνων
  17. θῆρας ἕλε ξυνοχῇσι μεσημβρινοῖο δρόμοιο.
  18. πρὸς δὲ μόθους θηρῶν κύνας ὥπλισε καρχαρόδοντας
  19. διογενὴς πρῶτος Λακεδαιμόνιος Πολυδεύκης·
  20. καὶ γὰρ πυγμαχίῃσι λυγροὺς ἐναρίξατο φῶτας