Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κωκύει ῥοδαλῇσιν ἐπισμήχουσα παρειαῖς·
  2. ὣς ὅ γε, θυμοβόροισιν ἀνιάζων ὀδύνῃσι,
  3. τῇ καὶ τῇ θύει τε καὶ ἑξείης ἐρεείνει
  4. πάντα λίθον καὶ πάντα λόφον καὶ πᾶσαν ἀταρπὸν
  5. δένδρεά θʼ ἡμερίδας τε καὶ αἱμασιὰς καὶ ἀλωάς.
  6. ἀλλʼ ὁπότʼ ἴχνεος ὀψὲ διηερίοιο τυχήσῃ,
  7. καγχαλάᾳ κνυζεῖ τε κεχαρμένος, οἷά τε τυτθαὶ
  8. σκιρτεῦσιν δαμάλαι περὶ πόρτιας οὐθατοέσσας·
  9. ὣς καὶ τῷ μάλα θυμὸς ἐχήρατο, σευόμενος δὲ
  10. εἱλεῖται σκολιοῖσιν ἐπεμβεβαὼς πεδίοισιν·
  11. οὐδʼ ἀπό μιν πλάγξαις, οὐδʼ εἰ μάλα τηλόθʼ ἐλαύνοις,
  12. ἰθύει δʼ ἀπρὶξ γλυκερῆς δεδραγμένος ὀδμῆς,
  13. εἰσόκε τέρμα πόνοιο καὶ εἰς βαλβῖδα περήσῃ.
  14. εἰ δέ μιν ὁπλίσσειας ἀθηρήτοισι λαγωοῖς,
  15. λάθρη μὲν πελάει, κατὰ δʼ ἴχνιον ἴχνος ἐρείδει,
  16. βαιὸς ὑφʼ ἡμερίσιν κεκαλυμμένος ἢ καλάμῃσιν,
  17. οἷά τε ληϊστὴρ ἐρίφων κλόπος, ὅστε νομῆα
  18. ὑπνώοντα πέλας δεδοκημένος ἤρεμος ἕρπει.
  19. ἀλλʼ ὅτε δὴ λόχμῃσι λαγωείῃσι πελάσσῃ,
  20. ῥίμφʼ ἔθορεν, τόξῳ ἐναλίγκιος ἠὲ δράκοντι